Ancient Greek · ~4 min
CAPUT II.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT II.
Not analysed yet
Δι’ ὧν σαφὲς οἶμαι καὶ πᾶσιν εὔδηλον, ὅτι οὐδεμία κηλὶς ἐναγῶν μύθων τοῖς ἔπεσιν ἐνεσπείρηται· καθαρὰν δὲ καὶ πάντως ἁγνεύουσαν λύμης ἰλιὰς πρώτη, καὶ μετὰ ταύτην ὀδύσσεια, σύμφωνον ἑκατέρα περὶ τῆς ἰδίας εὐσεβείας κέκραγε φωνήν· Οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην. Νήπιοι, οἳ Ζηνὶ μενεαίνομεν ἰσοφαρίζειν. Οἷος μὲν ἐν οὐρανῷ διὰ τῶν ἐπῶν καθιέρωται Ζεὺς ἀφανεῖ νεύματι σείων· ὡς δὲ Ποσειδῶνος ὁρμήσαντος αἰφνιδίως τρέμεν οὔρεα μακρὰ καὶ ὕλη. τὰ αὐτὰ δ’ ὅπερ Ἥρας ἄν τις εἴποι· Σείσατο δ’ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον. ὁμοίως δὲ Ἀθηνᾶν παρεστάναι· Θάμβησεν δ’ Ἀχιλεὺς, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω Παλλάδ’ Ἀθηναίην, δεινὼ δέ οἱ ὅσσε φάανθεν. Οἵη δ’ Ἄρτεμις εἶσι κατ’ οὔρεος ἰοχέαιρα ἢ κατὰ Τηύγετον περιμήκετον, ἢ Ἑρύμανθον, Τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισιν. Ἃ μὲν γὰρ ἐξ ἴσου καὶ κατὰ κοινὸν ὑπὲρ ἁπάντων ἱεροπρεπῶς τεθεολόγηται, τί δεῖ καὶ λέγειν; ——μάκαρες θεοὶ αἰὲν ἐόντες, καὶ ——ἄφθιτα μήδε’ ἔχοντες· ἢ νὴ Δία, δωτῆρες ἐάων, καὶ ῥεῖα ζώοντες. Οὐ γὰρ σῖτον ἔδουσ’, οὐ πίνουσ’ αἴθοπα οἶνον, Τοὒνεκ’ ἀναίμονές εἰσι, καὶ ἀθάνατοι καλέονται.