Ancient Greek · ~4 min
CAPUT LXIII.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT LXIII.
Not analysed yet
Ἅμα δὲ ταῦτ’ ἐννοούμενος, ὡσπερεὶ παρακροτῶν ἑαυτὸν εἶπεν· οὐδέ τί σε χρή Νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσί. εἶτα καθ’ ὁμοίωσιν τῆς Ὀρέστου ἡλικιώτιδος ἀρετῆς εἰς τὴν ἴσην φρόνησιν ὥσπερ παιδαγωγὸς καὶ πατὴρ ὁ λογισμὸς αὐτὸν παρακέκληκεν· ἡ οὐκ ἀίεις, οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης πάντας ἐπ’ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα; τοιούτοις ἐπαρθεὶς λογισμοῖς, εὐλόγως μετέωρον αὐτοῦ τὴν διάνοιαν ἐλαφρίζει. διὸ καὶ προσείκασεν αὐτὴν Ὅμηρος ὄρνιθι, λέγων· Ὄρνις δ’ ὣς ἀνοπαῖα διέπτατο. μεταρσία γὰρ ἡ φρόνησις, ὡς ἂν οἶμαι τηλικοῦτον ὄγκον ἐν αὑτῇ πραγμάτων κυοφοροῦσα διανέστηκεν. ἀμέλει ταχέως ἐκκλησία συναθροίζεται, καὶ πατρῴοις λόγοις ἐνρητορεύει. τὸν δ’ ἀπόπλουν εὐτρεπίζει ὁ τῆς ἀλληγορίας ἐπώνυμος, Φρονίου μὲν υἱὸς, Νοήμων δὲ τοὔνομα· δι’ ὧν ἀμφοτέρων οὐδὲν ἄλλο, πλὴν τοὺς ὑπογυίους αὐτοῦ λογισμοὺς ὑπεσήμαινεν. ἐμβαίνοντι δ’ αὐτῷ τῆς νεὼς πάλιν συνεμβέβηκεν Ἀθηνᾶ, Μέντορι τὴν μορφὴν εἰκασμένη, ἀνδρὶ πρὸς φροντίδας τὴν διάνοιαν ἔχοντι, φρονήσεως μητέρα. δι’ ὧν ἁπάντων ἡ κατ’ ὀλίγον ἐν τῷ Τηλεμάχῳ τρεφομένη σύνεσις ἐν τοῖς ἔπεσιν ἱστόρηται.