Ancient Greek
CAPUT LXIX
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT LXIX
Not analysed yet
Νῦν τοίνυν ἅπαντα τἄλλα ἀφέντες, ἐπὶ τὴν διηνεκῆ καὶ χαλεπῶς θρυλουμένην ὑπὸ τῶν συκοφαντῶν κατηγορίαν τραπώμεθα. ἄνω γοῦν καὶ κάτω τραγῳδοῦσι, τὰ περὶ Ἄρεος καὶ Ἀφροδίτης ἀσεβῶς διαπεπλάσθαι λέγοντες. ἀκολασίαν γὰρ ἐμπεπολίτευκεν ἐν οὐρανῷ, καὶ τὸ παρ’ ἀνθρώποις, ὅταν γένηται, θανάτου τιμώμενον οὐκ ἐδυσωπήθη παρὰ θεοῖς ἱστορῆσαι, λέγω δὲ μοιχείαν. ἀμφ Ἄρεος φιλότητος ἐυστεφάνου τ’ Ἀφροδίτης, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισιν. Εἶτα μετὰ τοῦτο δεσμοὶ, καὶ θεῶν γέλωτες, ἱκεσία τε πρὸς Ἥφαιστον Ποσειδῶνος. ἅπερ εἰ θεοὶ νοσοῦσιν, οὐκέτι τοὺς παρ’ ἀνθρώποις ἀδικοῦντας ἔδει κολάζεσθαι. νομίζω δ’ ἔγωγε, καίπερ ἐν Φαίαξιν ἀνθρώποις ἡδονῇ δεδουλωμένοις ᾀδόμενα ταῦτα φιλοσόφου τινὸς ἐπιστήμης ἔχεσθαι. τὰ γὰρ Σικελικὰ δόγματα καὶ τὴν Ἐμπεδόκλειον γνώμην ἔοικεν ἀπὸ τούτων βεβαιοῦν, Ἄρην μὲν ὀνομάσας τὸ νεῖκος, Ἀφροδίτην δὲ τὴν φιλίαν. τούτους οὖν διεστηκότας ἐν ἀρχῇ παρεισήγαγεν Ὅμηρος ἐκ τῆς πάλαι φιλονεικίας εἰς μίαν ὁμόνοιαν κιρναμένους. ὅθεν εὐλόγως ἐξ ἀμφοῖν Ἁρμονία γεγένηται, τοῦ παντὸς ἀσαλεύτως καὶ κατ’ ἐμμέλειαν ἁρμοσθέντος· γελᾶν δ’ ἐπὶ τούτοις εἰκὸς ἦν, καὶ συνήδεσθαι τοὺς θεοὺς, ἅτε δὴ τῶν ἰδίων χαρίτων οὐκ ἐπὶ φθοραῖς διϊσταμένων, ἀλλ’ ὁμονοοῦσαν εἰρήνην ἀγόντων· δύναταί γε μὴν καὶ περὶ τῆς χαλκευτικῆς τέχνης ἀλληγορεῖν. ὁ μὲν γὰρ Ἄρης εἰκότως ἂν ὀνομάζοιτο σίδηρος, τοῦτον δὲ ῥᾳδίως Ἥφαιστος ἐχειρώσατο· τὸ γὰρ πῦρ, ἅτ’, οἶμαι, σιδήρου κρατσιοτέρας δυνάμεις μετειληχός, εὐκόλως ἐν αὐτῷ τὴν ἐκείνου στερρότητα θηλύνει. δεῖ δὲ τῷ τεχνίτῃ πρὸς τὸ κατασκευαζόμενον καὶ Ἀφροδίτης· ὅθεν, οἶμαι, διὰ πυρὸς μαλάξας τὸν σίδηρον, ἐπαφροδίτῳ τινὶ τέχνῃ τὴν ἐργασίαν κατώρθωσε. Ποσειδῶν δ’ ἐστὶν ὁ ῥυόμενος παρ’ Ἡφαίστου τὸν Ἄρη πιθανῶς· ἐπειδήπερ ἐκ τῶν βαύνων διάπυρος ὁ τοῦ σιδήρου μύδρος ἑλκυσθεὶς ὕδατι βαπτίζεται, καὶ τὸ φλογῶδες ὑπὸ τῆς ὑγρᾶς φύσεως κατασβεσθὲν ἀναπαύεται.