Ancient Greek · ~9 min
CAPUT V.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT V.
Not analysed yet
Νυνὶ δ’ ἀναγκαῖον ἴσως μικρὰ καὶ σύντομα περὶ τῆς ἀλληγορίας τεχνολογῆσαι. σχεδὸν γὰρ αὐτὸ τοὔνομα, καὶ λίαν ἐτύμως εἰρημένον, ἐλέγχει τὴν δύναμιν αὐτῆς. Ὁ γὰρ ἄλλα μὲν ἀγορεύων τρόπος, ἕτερα δὲ, ὧν λέγει, σημαίνων, ἐπωνύμως ἀλληγορία καλεῖται· καθάπερ Ἀρχίλοχος μὲν ἐν τοῖς Θρᾳκικοῖς ἀπειλημμένος δεινοῖς τὸν πόλεμον εἰκάζει θαλαττίῳ κλύδωνι, λέγων ὧδέ πως· Γλαῦκ’ ὅρα, βάθυς γὰρ ἤδη κύμασιν ταράσσεται ποντος, ἀμφὶ δ’ ἄκρα Γυρέων ὀρθὸν ἵσταται νέφος, σῆμα χειμῶνος· κιχάνει δ’ ἐξ ἀελπτίης φόβος. Ἐν ἱκανοῖς δὲ καὶ τὸν Μυτιληναῖον μελοποιὸν εὑρήσομεν ἀλληγοροῦντα. τὰς γὰρ τυραννικὰς ταραχὰς ἐξίσου χειμερίῳ προςεικάζει καταστήματι θαλάσσης Ἀσυνέτημι τῶν ἀνέμων στάσιν· τὸ μὲν γὰρ ἔνθεν κῦμα κυλίνδεται, τὸ δ’ ἔνθεν· ἄμμες δ’ ὀν τὸ μέσσον νᾶι φορήμεθα σὺν μελαίνᾳ χειμῶνι μοχθεῦντες μεγάλῳ μάλα. πὲρ μὲν γὰρ ἄντλος ἰσοπέδαν ἔχει, λαῖφος δὲ πὰν ζάδηλον ἤδη καὶ λάκιδες μεγάλαι κατ’ αὖτο. Χόλαισι δ’ ἄγκυραι. Τίς οὐκ ἂν εὐθὺς ἐκ τῆς προτρεχούσης περὶ τὸν πόντον εἰκασίας, ἀνδρῶν πλωϊζομένων θαλάττιον εἶναι νομίσειε φόβον; ἀλλ’ οὐχ οὕτως ἔχει. Μύρσιλος γὰρ ὁ δηλούμενός ἐστι, καὶ τυραννικὴ κατὰ Μυτιληναίων ἐγειρομένη σύστασις. ὁμοίως δὲ τὰ ὑπὸ τούτου αἰνιττόμενος ἑτέρωθί που λέγει· Τὸ δ’ ηὖτε κῦμα τῶν προτέρων ὄνω στείχει, παρέξει δ’ ἄμμι πόνον πολὺν ἄντλην, ἐπεί κα νᾶος ἔμβᾳ. κατακόρως ἐν ταῖς ἀλληγορίαις ὁ νησιώτης θαλασσεύει, καὶ τὰ πλεῖστα τῶν διὰ τοὺς τυράννους ἐπεχόντων κακῶν πελαγίοις χειμῶσιν εἰκάζει. Καὶ μὴν ὁ Τήιος Ἀνακρέων ἑταιρικὸν φρόνημα καὶ σοβαρᾶς γυναικὸς ὑπερηφανίαν ὀνειδίζων, τὸν ἐν αὐτῇ σκιρτῶντα νοῦν ὡς ἵππον ἠλληγόρησεν, οὕτω λέγων· Πῶλε Θρῃκίη, τί δή με λοξὸν ὄμμασιν βλέπουσα νηλεῶς φεύγεις, δοκέεις δέ μ’ οὐδὲν εἰδέναι σοφόν; ἴσθι τοι, καλῶς μὲν ἄν τοι τὸν χαλινὸν ἐμβάλοιμι, ἡνίας δ’ ἔχων στρέφοιμ’ ἄν σ’ ἀμφὶ τέρματα δρόμου. νῦν δὲ λειμῶνάς τε βόσκεαι κοῦφά τε σκιρτῶσα παίζεις· δεξιὸν γὰρ ἱπποσείρην οὐκ ἔχεις ἐπεμβάτην. Καθόλου μακρὸς ἂν εἴην ἐπεξιὼν ἕκαστα τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ἠλληγορημένων. ἀπόχρη ὀλίγαις εἰκόσι τὴν ὅλην τοῦ πράγματος τεκμηριώσασθαι φύσιν. Ἀλλ’ οὐκ αὐτὸς Ὅμηρος ἀμφιβόλοις, ἔσθ’ ὅτε καὶ ζητουμέναις ἔτι ταῖς ἀλληγορίαις εὑρίσκεται χρώμενος, ἐναργῆ τὸν τρόπον ἡμῖν τῆς ἑρμηνείας παραδεδωκὼς τοῦτον, ἐν οἷς Ὀδυσσεὺς, τὰ πολέμου καὶ μάχης κακὰ διεξιὼν, φησίν; Ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, Ἀμητὸς δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα Ζεύς. Τὸ μὲν γὰρ λεγόμενόν ἐστι γεωργία, τὸ δὲ νοούμενον μάχη· πλὴν ὅμως δι’ ἐναντίων ἀλλήλοις πραγμάτων τὸ δηλούμενον ἐπεῖπεν.