Ancient Greek · ~4 min
CAPUT XLVII.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT XLVII.
Not analysed yet
Καὶ μὴν αἱ φοραὶ τῶν ἐναντίων ἀνέμων δηλοῦσι τὸ τοῦ κόσμου σφαιροειδές. βορέας μὲν γὰρ, ἀπὸ τῆς ἄρκτου πνέων μετέωρος μέγα κῦμα κυλίνδει· τὴν γὰρ ἀπὸ τοῦ μεταρσίου φορὰν ἐπὶ τὸ ταπεινότερον ἐκ μιᾶς λέξεως κατεκύλισεν ὁ στίχος. τοὔμπαλιν δ’ ἐπὶ τοῦ νότου, πνέοντος ἀπὸ τῶν κάτω τόπων, ἱστόρησεν· Ἔνθα νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ, τὴν ἀπὸ τοῦ ταπεινοτέρου κίνησιν εἰς τὸ μετέωρον ἀνακυλίει. ἔτι γε μὴν μετὰ τῶν ἄλλων ἀπείρονα γαῖαν ὀνομάζει. καὶ πάλιν ἐπὶ τῆς Ἥρας· εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης. Οὐ δή που μαχομέναις δόξαις πρὸς αὑτὸν στασιάζων· ἀλλ’ ἐπειδὴ πᾶν σφαιροειδὲς σχῆμα καὶ ἄπειρόν ἐστι καὶ πεπερασμένον· τῷ μὲν γὰρ ὅρον τινὰ καὶ περιγραφὴν ἔχειν, εὐλόγως αὐτὸ πεπεράνθαι νομιστέον· ἄπειρον δ’ ἂν ὁ κύκλος ὀνομάζοιτο δικαίως, ἐπειδήπερ ἀμήχανόν ἐστι δεῖξαι πέρας ἐν αὐτῷ τι· τὸ γὰρ νομισθὲν εἶναι τέλος ἐξ ἴσου γένοιτ’ ἂν ἀρχή.