Ancient Greek
CAPUT XX.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT XX.
Not analysed yet
Καὶ τί δεῖ τὰ πολλὰ μηκύνειν; οὐδὲν, ἤ τελέως φρόνησις αὕτη· τοιγαροῦν ἐπὶ τῶν διαφλεξάντων Ἀχιλλέα θυμῶν, ὥσπερ τι σβεστήριον κακοῦ φάρμακον ἐπέστη ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα. παρ’ ὃν μὲν γὰρ ὀργίζεται καιρὸν, ἐν τοῖς στέρνοις ὁ θυμὸς ἕστηκεν· ἕλκων γὰρ τὸ ξίφος, Στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν. Ἡνίκα δ’ ἡ ὀργὴ πέπειρα γίνεται, μετειλήφασί τ’ αὐτὸν, οἷα μετανοοῦντα ἤδη, λογισμοὶ, τῆς κεφαλῆς ἀπρὶξ ἡ φρόνησις εἴληπται. Θάμβησεν δ’ Ἀχιλεὺς, τὸ πρὸς πάντα κίνδυνον ἀτρεμὲς αὑτοῦ καὶ ἀκατάπληκτον ὁρῶν, καὶ ἐφοβήθη τὴν ἐκ λογισμῶν μετάνοιαν. ἐπιγνοὺς δ’ εἰς οἷον κακὸν προκυλισθῆναι ἔμελλεν, ὡς ἡνίοχον εὐλαβήθη τὸν ἐφεστῶτα νοῦν· ὅθεν οὐδὲ παντελῶς ἀπήλλακται τῆς ὀργῆς, ἐπιφέρει γοῦν· Ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον, ὡς ἔσεταί περ. θεὰ μὲν οὖν βοηθοῦσα πάντως ἂν ὁλόκληρον εἰρήνην τοῦ πάθους κατεσκεύασεν. ἐπειδὴ δὲ λογισμὸς ἀνθρώπινος ἦν, τὸ ξίφος ἀνεῖρξεν ἀναγκαίως, καὶ τὸ μὲν ἄχρι τῶν ἔργων τολμηρὸν ἐκκέκοπται· ὑπομένει δ’ ἔτι λείψανα τῆς ὀργῆς. οὐ γὰρ ἀθρόοι ὑφ’ ἕνα καιρὸν οἱ μεγάλοι θυμοὶ τῶν παθῶν ἀποκόπτονται. καὶ τὰ μὲν περὶ Ἀθηνᾶς, ἣν μεσῖτιν ὑπεστήσατο τοῦ πρὸς Ἀγαμέμνονα θυμοῦ, ταύτης τῆς ἀλληγορίας ἀξιούσθω.