Ancient Greek
CAPUT XXIV.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT XXIV.
Not analysed yet
Καὶ περὶ αὐτοῦ μηδεὶς λεγέτω, πῶς μὲν ὁ αἰθὴρ προσαγορεύεται Ζεὺς, ἀίδην δ’ ὀνομάζει τὸν ἀέρα, καὶ συμβολικοῖς ὀνόμασι τὴν φιλοσοφίαν ἀμαυροῖ· παράδοξον γὰρ οὐδὲν, εἰ ποιητής τε ὢν ἀλληγορεῖ, καὶ τῶν προηγουμένως φιλοσοφούντων τούτῳ τῷ τρόπῳ χρωμένων· ὁ γοῦν σκοτεινὸς Ἡράκλειτος ἀσαφῆ καὶ διὰ συμβόλων εἰκάζεσθαι δυνάμενα θεολογεῖ τὰ φυσικὰ, δι’ ὧν φησί· ἄνθρωποι θεοὶ θνητοί· θεοί τ’ ἄνθρωποι ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θίενατον, Θνήσκοντες τὴν ἐκείνων ζωήν· καὶ πάλιν· ποταμοῖς τοῖς αὐτοῖς ἐμβαίνομέν τε καὶ οὐκ ἐμβαίνομεν, εἶμέν τε καὶ οὐκ εἶμεν. ὅλον τε τὸ περὶ φύσεως αἰνιγματωδῶς ἀλληγορεῖ. Τί δ’ ὁ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς; οὐχὶ τὰ τέτταρα στοιχεῖα βουλόμενος ἡμῖν ὑποσημῆναι, τὴν ὁμηρικὴν ἀλληγορίαν μεμίμηται; Ζεὺς ἀργὴς, Ἥρῃ τε φερέσβιος, ἠδ’ Αιδωνεὺς, Νῆστίς θ’, ἢ δακρύοις τέγγει κρούνωμα βρότειον· Ζῆνα μὲν εἶπε τὸν αἰθέρα, γῆν δὲ τὴν Ἥραν, Ἀιδωνέα δὲ τὸν ἀέρα, τὸ δὲ δακρύοις τεγγόμενον κρούνωμα βρότειον τὸ ὕδωρ. οὐ δὴ παράδοξον, εἰ τῶν προηγουμένως ὁμολογούντων φιλοσοφεῖν ἀλληγορικοῖς ὀνόμασι χρησαμένων, ὁ ποιητικὴν ἐπαγγελλόμενος ἐξίσου [τοῖς φιλοσόφοις] ἠλληγόρησε.