Ancient Greek · ~3 min
CAPUT XXXII.
Heraclitus, Allegoriae (= Quaestiones Homericae) CAPUT XXXII.
Not analysed yet
Αὗται δ’ ἐν παρεκβάσει τῶν προτέρων ἀλληγοριῶν, δι’ ὧν καὶ τεχνικωτέραν ἔχουσιν ἐμπειρίαν ἐν οἷς φησί· Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ’ Ἐφιάλτης, Παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ. γεννικοὶ γὰρ οὗτοι καὶ κατ’ ἀλκὴν ἰσχυροὶ νεανίαι γεγονότες, ἐπειδὴ ταραχῆς καὶ πολέμου μεστὸν ᾔδεσαν τὸν βίον, οὐδεμιᾶς εἰρηνικῆς ἀναπαύσεως μέσης τοὺς παρ’ ἕκαστα κάμνοντας ἀνιείσης, ἰδίοις ὅπλοις ἐκστρατευσάμενοι, τὴν ἐπιπολάζουσαν ἀηδίαν ἀνέστειλαν. ἄχρι μὲν οὖν τρισκαίδεκα μηνῶν ἀκλινής τ’ ἦν καὶ ἀστασίαστος αὐτῶν ὁ οἶκος, ἐν ὁμονοίᾳ τε τὴν εἰρήνην διεστρατήγουν· μητρυιὰ δὲ παρεισπεσοῦσα φιλόνεικος, οἰκίας νόσος, ἀνέτρεψε πάντα καὶ διέφθειρε τὴν πρότερον· εὐστάθειαν· ἐκ δευτέρου δὲ πάλιν, ὁμοίας ταραχῆς ἀναφθείσης, ἔδοξεν ὁ Ἀρης ἀπὸ τοῦ δεσμωτηρίου λελύσθαι [τουτέστιν ὁ πόλεμος].