Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_HEREAS
HEREAS, Fragmenta 3
Not analysed yet
Ἐλθόντες (sc. Tyndaridae Helenam repetituri) οὖν ἐπὶ τὰς Ἀφίδνας καὶ μάχῃ κρατήσαντες ἐξεῖλον τὸ χωρίον. Ἐνταῦθά φασι καὶ Ἄλυκον πεσεῖν τὸν Σκείρωνος υἱὸν συστρατευόμενον τότε τοῖς Διοκούροις· ἀφ ̓ οὗ καὶ τόπον τῆς Μεγαρικῆς Ἄλυκον καλεῖσθαι τοῦ σώματος ἐνταφέντος. Ἡρέας δ ̓ ὑπὸ Θησέως αὐτοῦ περὶ Ἀφίδνας ἀποθανεῖν τὸν Ἄλυκον ἱστόρηκε· καὶ μαρτύρια ταυτὶ τὰ ἔπη παρέχεται περὶ τοῦ Ἀλύκου· . . . . τὸν ἐν εὐρυχόρῳ ποτ ̓ Αφίδνῃ μαρνάμενον Θησεὺς Ἑλένης ἕνεκ ̓ ἠῦκόμοιο κτεῖνεν. Οὐ μὴν εἰκὸς Θησέως παρόντος ἁλῶναι τήν τε μητέρα καὶ τὰς Ἀφίδνας.