Ancient Greek
145.1
Herillus, Fragmenta 145.1
Unproofread scanNot analysed yet
409 Diogenes Laërt. VII 165. "Ἡρίλλος δὲ ὁ Καρχηδόνιος (se- cuntur placita). ἔστι δὲ τὰ βιβλία αὐτοῦ ὀλιγόστιχα μέν, δυνάμεως δὲ μεστὰ καὶ περιέχοντα ἀντιφρήσεις πρὸς Ζήνωνα. λέγεται δὲ ὅτι παιδὸς ὄντος αὐτοῦ ἠράσθησαν ἰκανοί, οὕς ἀποτρέψαι βουλόμενος ὁ Ζήνων ἠνάγκασε ξυφάσθαι "Ἡρίλλων, οἱ δὲ ἀπετράποντο. τὰ δὲ βιβλία ἔστι τάδε· περὶ ἀσκήσεως· περὶ παιδῶν· περὶ ὑπολήψεως· νομοθέτης· μαιευτικός· ἀντιφέρων· διδάσκαλος· διασκευάζων· εὐθύνων· Ἑρμῆς· Μήδεια· διάλογοι· θέσεων ἠθικῶν.