Ancient Greek
1.9 to 1.11
Hermas Scr. Eccl. Pastor Hermae, Pastor 1.9-3-11
Not analysed yet
οὐ μόνον, φησίν, μοιχεία ἐστίν, ἐάν τις τὴν σάρκα αὐτοῦ μιάνῃ, ἀλλὰ καὶ ὃς ἂν τὰ ὁμοιώματα ποιῇ τοῖς ἔθνεσιν, μοιχᾶται. ὥστε καὶ ἐν τοῖς τοιούτοις ἔργοις ἐὰν ἐμμένῃ τις καὶ μὴ μετανοῇ, ἀπέχου ἀπ̓ αὐτοῦ καὶ μὴ συνζῆθι αὐτῷ: εἰ δὲ μή, καὶ σὺ μέτοχος εἶ τῆς ἀμαρτίας αὐτοῦ. διὰ τοῦτο προσετάγη ὑμῖν ἐφ̓ ἑαυτοῖς μένειν, εἴτε ἀνὴρ εἴτε γυνή: δύναται γὰρ ἐν τοῖς τοιούτοις μετάνοια εἶναι. ἐγὼ οὖν, φησίν, οὐ δίδωμι ἀφορμήν, ἵνα αὕτη ἡ πρᾶξις οὕτως συντελῆται, ἀλλὰ εἰς τὸ μηκέτι ἁμαρτάνειν τὸν ἡμαρτηκότα. περὶ δὲ τῆς προτέρας ἁμαρτίας αὐτοῦ ἔστιν ὁ δυνάμενος ἴασιν δοῦναι: αὐτὸς γάρ ἐστιν ὁ ἔχων πάντων τὴν ἐξουσίαν.