Ancient Greek
Εντολὴ δ, Chapter 2
Hermas Scr. Eccl. Pastor Hermae, Pastor 2.1-4
Not analysed yet
Ἠρώτησα δὲ αὐτὸν πάλιν λέγων: Ἐπεὶ ὁ κύριος ἄξιόν με ἡγήσατο, ἵνα μετ̓ ἐμοῦ πάντοτε κατοικῇς, ὀλίγα μου ῥήματα ἔτι ἀνάσχου, ἐπεὶ οὐ συνίω οὐδὲν καὶ ἡ καρδία μου πεπώρωται ἀπὸ τῶν προτέρων μου πράξεων: συνέτισόν με, ὅτι λίαν ἄφρων εἰμὶ καὶ ὅλως οὐθὲν νοῶ.