Ancient Greek · ~1 min
Volume 2
[Hermes] Alchem., Αἴνιγμα τοῦ φιλοσοφικοῦ λίθου Ἑρμοῦ καὶ Ἀγαθοδαίμονος (e cod. Paris. B.N. gr. 2327, fol. 234r) 2
Not analysed yet
ΑΙΝΙΓΜΑ ΤΟΥ ΦΙΛΟΣΟΦΙΚΟΥ ΛΙΘΟΥ ΕΡΜΟΥ ΚΑΙ ΑΓΑΘΟΔΑΙΜΟΝΟΣ Ἐννέα γράμματ' ἔχω· τετρασύλλαβός εἰμι· νόει με· αἱ τρεῖς [γὰρ] αἱ πρῶται δύο γράμματ' ἔχουσιν ἑκάστη· ἡ λοιπὴ δὲ τὰ λοιπά· καὶ εἰσὶν ἄφωνα τὰ πέντε, τοῦ παντὸς δ' ἀριθμοῦ ἑκατοντάδες εἰσὶ δὶς ὀκτὼ, καὶ τρεῖς, τρισδεκάδες καὶ τέσσαρες· γνοὺς δὲ τίς εἰμι, οὐκ ἀμύητος ἔσῃ θείης παρ' ἐμοίγε σοφίης.