Ancient Greek · ~2 min
Volume 3c,691,T
Hermesianax Eleg., Testimonia 1
Not analysed yet
SCHOL. NIKAND. Ther. 3: φίλ' Ἑρμησιάναξ, πολέων κυ-
δίστατε παῶν] ὁ Ἑρμησιάναξ οὗτος φίλος τῶι Φιλητᾶι καὶ γνώριμος ἦν·
τούτωι δὲ τὰ Περσικὰ γέγραπται καὶ τὰ εἰς Λεόντιον τὴν ἐρωμένην. οὐ δύναται
δὲ Νίκανδρος μνημονεύειν τούτου διὰ τῆς προσφωνήσεως διὰ τὸ τὸν Φιλητᾶν
πρεσβύτερον εἶναι Νικάνδρου· καὶ αὐτὸς δὲ ὁ Νίκανδρος μέμνηται τοῦ Ἑρμη-
σιάνακτος ὡς πρεσβυτέρου ἐν τῶι Περὶ τῶν ἐκ Κολοφῶνος ποιητῶν (271/2
F 10). ἔστιν οὖν οὗτος ἑταῖρος Νικάνδρου, ὁμώνυμος τῶι πρώτωι. δῆλον δὲ
ὅτι συγγενὴς αὐτοῦ ἦν.