Ancient Greek · ~8 min
Περὶ γνώμης.
Hermogenes, Progymnasmata [Dub.] Περὶ γνώμης.
Not analysed yet
4 Γνώμη ἐστὶ λόγος κεφαλαιώδης ἐν ἀποφάνσει καθολικῇ ἀποτρέπων τι ἢ προτρέπων ἐπί τι ἢ ὁποῖον ἕκαστόν ἐστι δηλῶν· ἀποτρέπων μὲν ὡς ἐν ἐκείνῳ «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα», προτρέπων δὲ ὡς ἐν ἐκείνῳ «χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατʼ ἠλιβάτων»· ἢ τούτων μὲν οὐδέτερον ποιεῖ, ἀποφαίνεται δὲ περὶ τῆς τοῦ πράγματος φύσεως, οἷον «τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται». Ἔτι δὲ τῶν γνωμῶν αἳ μέν εἰσιν ἀληθεῖς, αἳ δὲ πιθαναί, αἳ δὲ ἀπλαῖ, αἳ δὲ συνεζευγμέναι, αἳ δὲ ὑπερβολικαί· ἀληθεῖς μὲν οἷον «οὐκ ἔστιν εὑρεῖν βίον ἄλυπον οὐδενί», πιθαναὶ δὲ οἷον «ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ, Lοὐπώποτʼ ἠρώτησα, γινώσκων ὅτι τοιοῦτός ἐστιν, οἷσπερ ἥδεται ξυνών», ἀπλαῖ δὲ οἷον «δύναται τὸ πλουτεῖν καὶ φιλανθρώπους ποιεῖν», συνεζευγμέναι δὲ οἷον «οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω», ὑπερβολικαὶ δὲ οἷον «οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο», Ἡ δὲ ἐργασία παραπλησία τῆς χρείας, πρόεισι γὰρ τοῖσδε· ἐγκωμίῳ τοῦ εἰρηκότος βραχεῖ, καθάπερ ἐν χρείᾳ, κατὰ τὸ ἀπλοῦν, κατὰ τὴν αἰτίαν, κατὰ τὸ ἐναντίον, κατὰ τὸ ἐνθύμημα, κατὰ παραβολήν, κατὰ παράδειγμα, κατὰ κρίσιν. ἔστω δὲ ἡ γνώμη ὡς ἐν παραδείγματι «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα». οὐκοῦν ἐπαινέσεις διὰ βραχέων τὸν εἰρηκότα. εἶτα κατὰ τὸ ἀπλοῦν, τοῦτο δʼ ἔστι τὸ παραφράσαι τὴν γνώμην, οἷον ῾διʼ ὅλης νυκτὸς οὐ προσήκει ἄνδρα ἐν βουλαῖς ἐξεταζόμενον καθεύδειν᾿. κατὰ τὴν σἰτίαν ῾δεῖ μὲν γὰρ ἀεὶ διὰ φροντίδος εἶναι τὸν ἡγούμενον, ὕπνος δὲ βουλὴν ἀφαιρεῖται᾿. κατὰ τὸ ἐναντίον· ἐναντίον δʼ ἔστι βασιλεῖ μὲν ἰδιώτης, τῷ δὲ ἐγρηγορέναι τὸ καθεύδειν· πῶς ἂν οὖν λαμβάνοιτο; ‘εἰ τὸν ἰδιώτην οὐδὲν δεινὸν διʼ ὅλης νυκτὸς καθεύδειν, εὔδηλον, ὡς τὸν βασιλέα προσῆκον ἀγρυπνοῦντα φροντίζειν. ᾿κατὰ παραβολὴν ‘ὥσπερ γὰρ οἱ κυβερνῆται ἐγρηγορότες ὑπὲρ τῆς κοινῆς διατελοῦσι σωτηρίας, οὕτω προσήκει καὶ τοὺς ἡγεμόνας’. κατὰ παράδειγμα καὶ γὰρ Ἕκτωρ νυκτὸς οὐ καθεύδων ἀλλὰ φροντίζων κατάσκοπον ἐπὶ τὰς ναῦς ἔπεμπε Δόλωνα᾿. ὕστατος δέ ἐστι τόπος ὁ κατὰ κρίσιν. τὸ δὲ τέλος παράκλησιν ἐχέτω.