Ancient Greek · ~10 min
Περὶ χρείας.
Hermogenes, Progymnasmata [Dub.] Περὶ χρείας.
Not analysed yet
3 Χρεία ἐστὶν ἀπομνημόνευμα λόγου τινὸς ἢ πράξεως ἢ συναμφοτέρου σύντομον ἔχον δήλωσιν, ὡς ἐπὶ τὸ πλεῖστον χρησίμου τινὸς ἕνεκα. Τῶν δὲ χρειῶν αἳ μέν εἰσι λογικαί, αἳ δὲ πρακτικαί, αἳ δὲ μικταί· λογικαὶ μέν, αἷς λόγος ἔνεστι μόνον, οἷον Πλάτων ἔφησε τὰς Μούσας ἐν ταῖς ψυχαῖς τῶν εὐφυῶν οἰκεῖνʼ· πρακτικαὶ δέ, ἐν αἷς πρᾶξις μόνον, οἶον ῾Διογένης ἰδὼν μειράκιον ἀτακτοῦν τὸν παιδαγωγὸν ἐτύπτησεʼ. μικταὶ δὲ αἰ μῖξιν ἔχουσαι λόγου καὶ πράξεως, οἶον ῾Διογένης ἰδὼν μειράκιον ἀτακτοῦν τὸν παιδαγωγὸν ἐτύπτησε λέγων· τί γὰρ τοιαῦτα ἐπαίδευες; ᾿Διαφέρει δὲ χρεία ἀπομνημονεύματος μάλιστα τῷ μέτρῳ· τὰ μὲν γὰρ ἀπομνημονεύματα καὶ διὰ μακροτέρων ἂν γένοιτο, τὴν δὲ χρείαν σύντομον εἶναι δεῖ. γνώμης δὲ διαφέρει τῷ τὴν μὲν ἐν ἀποφάνσει ψιλῇ λέγεσθαι, τὴν δὲ χρείαν πολλάκις καὶ κατὰ ἐρώτησιν καὶ κατὰ ἀπόκρισιν· καὶ πάλιν τῷ τὴν μὲν χρείαν καὶ ἐν πράξεσιν εἶναι, τὴν δὲ γνώμην ἐν λόγοις μόνον· καὶ πάλιν τῷ τὴν μὲν χρείαν τὸ πεποιηκὸς πρόσωπον ἔχειν ἢ εἰρηκός, τὴν δὲ γνώμην ἄνευ προσώπου λέγεαθαι. Λέγεται δὲ περὶ διαφορᾶς χρειῶν πλεῖστα παρὰ τοῖς παλαιοῖς, ὅτι αἳ μὲν αὐτῶν εἰσιν ἀποφαντικαί, αἳ δὲ ἐρωτηματικαί, αἳ δὲ πυσματικαί. Ἀλλὰ νῦν ἐπὶ τὸ συνέχον χωρῶμεν, τοῦτο δέ ἐστιν ἡ ἐργασία. ἐργασία τοίνυν οὕτως ἔστω. πρῶτον ἐγκώμιον διὰ βραχέων τοῦ εἰπόντος ἢ πράξαντος, εἶτα αὐτῆς τῆς χρείας παράφρασις, εἶτα ἡ αἰτία, οἷον ῾Ἰσοκράτης ἔφησε τῆς παιδείας τὴν μὲν ῥίζαν εἶναι πικρὰν τὸν δὲ καρπὸν γλυκύνʼ. ἔπαινος ῾Ἰσκράτης σοφὸς ἦν᾿ ,καὶ πλατυνεῖς ἡρέμα τὸ χωρίον. εἶθʼ ἡ χρεία ῾εἶπε τόδε᾿, καὶ οὐ θήσεις αὐτὴν ψιλὴν ἀλλὰ πλατύνων τὴν ἑρμηνείαν. εἶτα ἡ αἰτία ῾τὰ γὰρ μέγιστα τῶν πραγμάτων ἐκ πόνων φιλεῖ κατορθοῦσθαι, κατορθωθέντα δὲ τὴν ἡδονὴν φέρει᾿. εἶτα κατὰ τὸ ἐναντίον ῾τὰ μὲν γὰρ τυχόντα τῶν πραγμάτων οὐ δεῖται πόνων καὶ τὸ τέλος ἀηδέστατον ἔχει, τὰ σπουδαῖα δὲ τοὐναντίον᾿. εἶτα ἐπ παραβολῆς ῾ὥσπερ γὰρ τοὺς γεωργούς δεῖ πονήσαντας περὶ τὴν γῆν κομίζεσθαι τοὺς καρπούς, οὕτω καὶ περὶ τοὺς λόγους᾿. εἶτα ἐκ παραδείγματος ῾Δημοσθένης καθείρξας ἑαυτὸν ἐν οἰκήματι καὶ πολλὰ μοχθήσας ὕστερον ἐκομίζετο τοὺς καρπούς, στεφάνους καὶ ἀναρρήσεις᾿. ἔστι δὲ καὶ ἐκ κρίσεως ἐπιχειρῆσαι, οἷον ῾Ἡσίοδος μὲν γὰρ ἔφη τῶς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν, ἄλλος δὲ ποιητής φησι τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τἀγάθ᾿ οἱ θεοί. ᾿ἐν δὲ τῷ τέλει παράκλησιν προσθήσεις, ὅτι χρὴ πείθεσθαι τῷ εἰρηκότι ἢ πεποιηκότι. —Τοσαῦτα πρὸς τὸ παρόν· τὴν δὲ τελεωτέραν διδασκαλίαν ὕστερον εἴσῃ.