Ancient Greek · ~12 min
Περὶ κοινοῦ τόπου.
Hermogenes, Progymnasmata [Dub.] Περὶ κοινοῦ τόπου..1
Not analysed yet
Ὁ τόπος ὁ κοινὸς προσαγορευόμενος αὔξησιν ἔχει 6 τοῦ ὁμολογουμένου πράγματος ὡς τῶν ἀποδείξεων ἤδη γεγενημένων· οὐ γὰρ ἔτι ζητοῦμεν, εἰ οὗτος ἱερόσυλος, εἰ οὗτος ἀριστεύς, ἀλλʼ ὡς ἀποδεδειγμένου τὴν αὔξησιν ποιούμεθα. Λέγεται δὲ κοινὸς τόπος, διότι ἁρμόττει κατὰ παντὸς μὲν ἱεροσύλου, ὑπὲρ παντὸς δὲ ἀριστέως. Χρὴ δὲ οὕτως προάγειν· πρῶτα κατὰ τὴν ἐξέτασιν τοῦ ἐναντίου, εἶτα αὐτὸ τὸ πρᾶγμα, εἶτα ἡ σύγκρισις, εἶτα ἡ γνώμη, εἶτα στοχαστικῶς τὸν παρελθόντα βίον ἀπὸ τοῦ παρόντος διαβαλεῖς, εἶτα ἐκβαλεῖς τὸν ἔλεον τοῖς τελικοῖς κεφαλαίοις καλουμένοις καὶ ὑποτυπώσει τοῦ πράγματος· προοίμια γὰρ οὐκ ἔσται καθαρῶς ἐν τόπῳ, ἀλλὰ μέχρι τούτου σωθήσεται, οἷον, ἵνʼ ἐπὶ παραδείγματος γένηταί σοι φανερόν, ἔστω τόπος κατὰ ἱεροσύλου· οὐκοῦν τὰ προοίμια οὐ τῇ ἐννοίᾳ ἀλλὰ τῷ τύπῳ τοιάδε· πάντας μὲν προσήκει μισεῖν, ἄνδρες δικασταί, τοὺς κακούργους, μάλιστα δὲ ὅσοι περὶ τοὺς θεοὺς τολμῶσιʼ, δεύτερον ῾εἰ μὲν οὖν βούλεσθε τοὺς ἄλλους πονηροὺς ποιεῖν, ἐατέον καὶ τοῦτον· εἰ δὲ μή, κολαστέονʼ, τρίτον ῾τῷ μὲν οὖν δοκεῖν ὁ κρινόμενος κινδυνεύει μόνος, τῇ δὲ ἀληθείᾳ καὶ ὑμεῖς οἱ δικάζον τες· τὸ γὰρ περὶ τοὺς ὅρκους πλημμελῆσαι οὐκ οἶδα εἰ φαυλοτέραν δίκην ἔχει τῆς παρανομίας᾿. εἶτα πρὶν ἐλθεῖν ἐπʼ αὐτὸ τὸ πρᾶγμα, περὶ τοῦ ἐναντίου διαλεκτέον; ὅτι ῾οἱ νόμοι τῆς τῶν θεῶν θεραπείας προὐνοήσαντο, βωμοὺς ἔστησαν, ἀναθήμασιν ἐκόσμησαν, θυσίαις ἐτίμησαν, πανηγύρεσι, προσόδοις᾿. εἶτα ἡ ἐπίκρισις κατὰ τὴν ἐξέτασιν τῆς αἰτίας ῾εἰκότως· τὸ μὲν γὰρ τούτων εὐμενὲς διασῴζει τὰς πόλεις, εἰ δʼ ἑτέρως ἔχοιεν, ἀνάγκη ταύτας διαφθείρεσθαι᾿. καὶ πρόβαινε ἐπὶ τὸ προκείμενον ῾τούτων οὕτως ἐχόντων οὗτος τί ἐτόλμησε; ʼ καὶ λέγε τὸ πεπραγμένον οὐχ ὡς διδάσκων ἀλλʼ ὡς δεινοποιῶν, καὶ ὅτι ῾ὅλῃ τῇ πόλει ἐλυμήνατο, καὶ τοῖς κοινοῖς καὶ τοῖς ἰδίοις· καὶ δέος μέν, μὴ ἐπιλίπωσιν οἱ καρποί, δέος δέ, μὴ τῶν πολεμίων ἡττηθῶμενʼ καὶ ὅσα τοιαῦτα. ἐξῆς ἐπὶ τὰς συγκρίσεις πρόιθι ὅτι ῾τῶν ἀνδροφόνων χαλεπώτερος, τὸ δὲ διάφορον ἐκ τῶν πεπονθότων· οἳ μὲν εἰς ἀνθρώπους ἐτόλμησαν, ὃ δὲ εἰς θεοὺς παρῴνησε. τοῖς τυράννοις οὗτος παραπλήσιος, κἀκείνοις οὐ πᾶσιν, ἀλλὰ τοῖς χαλεπωτάτοις· ἐκείνων γὰρ τοῦτʼ εἶναι δοκεῖ τὸ δεινότατον, ὅτι τῶν ἀναθημάτων ἅπτονται᾿. τὰς δὲ πρὸς τὸ ἔλαττον συγκρίσεις κατʼ ἐπιτίμησιν εἰσάξεις, ἐπειδήπερ εἰσὶ καθαιρετικαί· ῾οὐ δεινὸν τὸν μὲν κλέπτην διδόναι δίκην, τὸν δὲ ἱερόσυλον μή; ᾿ἔξεστι δέ σοι καὶ τὸν ἄλλον βίον ἐκ τοῦ παρόντος διαβαλεῖν, ὡς ἀπὸ μικρῶν ἀρξάμενος ἐπὶ τοῦτο προὔβη τελευταῖον· ὥσθʼ ὁμοῦ καὶ κλέπτην ἔχετε καὶ τοιχωρύχον καὶ μοιχόνʼ. ἐξετάσεις δὲ καὶ τὴν γνώμην, ἀφʼ ἧς ἦλθεν ἐπὶ τοῦτο, ὅτι ῾μὴ βουλόμενος γεωργεῖν ἀπὸ τοιούτων πλουτεῖν ἐθέλει᾿. εἰ δὲ λέγοις κατὰ ἀνδροφόνου, καὶ τὰ παρακολουθοῦντα ῾γυνὴ ἐν χηρείᾳ, παῖδες ὀρφανοί ᾿. χρῶ δὲ καὶ τῇ ἐκβολῇ τοῦ ἐλέου· ἐκβαλεῖς δὲ τὸν ἔλεον τοῖς τελικοῖς καλουμένοις κεφαλαίοις, τῷ νομίμῳ, τῷ δικαίῳ, τῷ συμφέροντι, τῷ δυνατῷ, τῷ πρέποντι, καὶ ὑπογραφῇ τοῦ ἀδικήματος ῾μή μοι τὸν νῦν δακρύοντα θεωρεῖτε, ἀλλʼ ἐκεῖνον τὸν καταφρονοῦντα τῶν θεῶν, τὸν προσιόντα τοῖς ἀνακτόροις, τὸν ἀνασπῶντα τὰς θύρας, τὸν τῶν ἀναθημάτων ἁπτόμενον᾿. καὶ τελεύτα εἰς παράκλησιν ῾τί μέλλετε; τί βουλεύεσθε περὶ οὗ πάλαι κέκριται; ʼ —Ταῦτα ὡς ἐν τῷ παρόντι· τὴν δὲ τελεωτέραν μέθοδον ὕστερον εἴσῃ.