Ancient Greek · ~17 min
Περὶ ἐγκωμίου.
Hermogenes, Progymnasmata [Dub.] Περὶ ἐγκωμίου..1
Not analysed yet
7 Ἐγκώμιόν ἐστιν ἔκθεσις τῶν προσόντων ἀγαθῶν τινι κοινῶς ἢ ἰδίως· κοινῶς μὲν οἷον ἐγκώμιον ἀνθρώπου, ἰδίως δὲ οἷον ἐγκώμιον Σωκράτους. Ἐγκωμιάζομεν δὲ καὶ πράγματα οἷον δικαιοσύνην καὶ ἄλογα ζῴα οἷον ἵππον, ἤδη δὲ καὶ φυτὰ καὶ ὄρη καὶ ποταμούς. Κέκληται δὲ ἐγκώμιον, ὥς φασιν, ἐκ τοῦ τοὺς ποιητὰς τοὺς ὕμνους τῶν θεῶν ἐν ταῖς κώμαις τὸ παλαιὸν ᾄδειν· ἐκάλουν δὲ κώμας τοὺς στενωπούς. Ἐπαίνου δὲ διαφέρει τὸ ἐγκώμιον, ὅτι ὁ μὲν ἔπαινος καὶ ἐν βραχεῖ γένοιτʼ ἄν, οἷον Σωκράτης σοφόςʼ, τὸ δὲ ἐγκώμιον ἐν μακροτέρᾳ διεξόδῳ. μὴ ἀγνόει δέ, ὅτι καὶ τοὺς ψόγους τοῖς ἐγκωμίοις προσνέμουσιν, ἤτοι κατʼ εὐφημισμὸν ὀνομάζοντες ἢ ὅτι τοῖς αὐτοῖς τόποις ἀμιφότερα προάγεται. τίνι οὖν διαφέρει τὸ ἐγκώμιον τοῦ κοινοῦ τόπου; δοκεῖ γὰρ ἐν ἐνίοις καὶ σφόδρα ταῦτα ἀμφότερα συμβαίνειν, οἷον ἀριστέως ἐγκώμιον καὶ ὑπὲρ ἀριστέως. φασὶ τοίνυν τὴν διαφορὰν ἐν τῷ τέλει φαίνεσθαι, ἐν τῇ ἐκβάσει· ἐν μὲν γὰρ τῷ κοινῷ τόπῳ σκοπός ἐστι δωρεὰν λαβεῖν, τὸ δὲ ἐγκώμιον ψιλὴν ἀρετῆς ἔχει μαρτυρίαν. Τόποι δέ εἰσιν ἐγκωμιαστικοὶ ἔθνος οἷον Ἕλλην, πόλις οἷον Ἀθηναῖος, γένος οἷον Ἀλκμαιωνίδης. ἐρεῖς δέ τινα καὶ ἃ περὶ τὴν γένεσιν συνέπεσεν ἄξια θαύματος, οἷον ἐξ ὀνειράτων ἢ συμβόλων ἢ τινων τοιούτων. ἐπὶ τούτοις ἡ τροφή, οἷον ὥσπερ ἐπὶ τοῦ Ἀχιλλέως, ὅτι μυελοῖς λεόντων ἐτράφη καὶ παρὰ τῷ Χείρωνι. εἶτα ἡ ἀγωγή, πῶς ἤχθη ἢ πῶς ἐπαιδεύθη. καὶ μὴν καὶ φύσις ψυχῆς καὶ σώματος ἐξετασθήσεται καὶ τούτων ἑκάτερον κατὰ διαίρεσιν· ἐρεῖς γὰρ περὶ μὲν σώματος, ὅτι καλός, ὅτι μέγας, ὅτι ταχύς, ὅτι ἰσχυρός, περὶ δὲ ψυχῆς, ὅτι δίκαιος, ὅτι σώφρων, ὅτι σοφός, ὅτι ἀνδρεῖος. ἐπὶ τούτοις ἐκ τῶν ἐπιτηδευμάτων, οἷον ποῖον ἐπετήδευσε βίον, φιλόσοφον ἢ ῥητορικὸν ἢ στρατιωτικόν. τὸ δὲ κυριώτατον αἱ πράξεις· ἐν γὰρ τοῖς ἐπιτηδεύμασιν αἱ πράξεις· οἷον στρατιωτικὸν βίον ἑλόμενος τί ἐν τούτῳ κατέπραξε. τὰ δὲ ἐκτός, οἷον συγγενεῖς, φίλοι, κτήματα, οἰκέται, τύχη καὶ τὰ τοιαῦτα. ἔτι δὲ καὶ ἀπὸ τοῦ χρόνου ὅσον ἐβίωσε, πολὺν ἢ μέτριον· ἑκάτερον δὲ ἀφορμὴν ἐγκωμίων δίδωσι· τόν τε γὰρ μακροβιώτατον ἐξ αὐτοῦ τούτου ἐπαινέσεις, τόν τε μὴ μακρόβιον ἐν τῷ ‘μὴ μετασχεῖν τῶν νοσημάτων τῶν διὰ τὸ γῆρας γινομένων’. ἔτι δὲ καὶ ἀπὸ τοῦ τρόπου τῆς τελευτῆς, ὅπως ἀπέθανεν ὑπὲρ τῆς πατρίδος μαχόμενος· καὶ εἴ τι παράδοξον ἐνταῦθα, ὡς ἐπὶ τοῦ Καλλιμάχου, ὅτι καὶ νεκρὸς εἱστήκει· καὶ ἀπὸ τοῦ ἀποκτείναντος αὐτὸν ἐπαινέσεις, οἷον ὅτι Ἀχιλλεὺς ὑπὸ θεοῦ ἀπέθανε τοῦ Ἀπόλλωνος. ἐξετάσεις δὲ καὶ τὰ μετὰ τὴν τελευτήν, εἰ ἀγῶνες ἐτέθησαν ἐπʼ αὐτῷ, ὡς ἐπὶ Πατρόκλῳ, εἰ χρησμός τις περὶ τῶν ὀστέων, ὡς ἐπὶ Ὀρέστου, εἰ οἱ παῖδες ἔνδοξοι, ὡς ὁ Νεοπτόλεμος. μεγίστη δὲ ἐν τοῖς ἐγκωμίοις ἀφορμὴ ἡ ἀπὸ τῶν συγκρίσεων, ἃς τάξεις, ὡς ἂν ὁ καιρὸς ὑφηγῆται. Παραπλησίως δὲ καὶ τὰ ἄλογα ζῷα κατὰ τὸ ἐγχωροῦν. καὶ γὰρ ἀπὸ τοῦ τόπου, ἐν ᾧ γίνεται, ἐγκωμιάσεις. εἰς δὲ τὴν τοῦ γένους χώραν ἐρεῖς, τίνι θεῶν ἀνάκειται, οἷον ἡ γλαῦξ τῇ Ἀθηνᾷ, ὁ ἵππος τῷ Ποσειδῶνι. ὁμοίως δὲ ἐρεῖς, πῶς τρέφεται, ποταπὸν τὴν ψυχήν, ποταπὸν τὸ σῶμα, τίνα ἔργα ἔχει, ποῦ χρήσιμα, πόσος ὁ χρόνος τοῦ βίου. καὶ συγκρινεῖς δὲ καὶ ὅλως τοῖς ἐμπίπτουσι τῶν τόπων χρήσῃ. Τὰ δὲ πράγματα ἐγκωμιάσεις ἀπὸ τῶν εὑρόντων, οἷον τὴν θηρατικὴν Ἄρτεμις εὗρε καὶ Ἀπόλλων· ἀπὸ τῶν χρησαμένων, ὅτι ἥρωες αὐτῇ ἐχρῶντο· μέθοδος δὲ ἀρίστη ἐπὶ τῶν τοιούτων ἐγκωμίων, ὅσα περὶ πραγμάτων, τὸ τοὺς μετιόντας αὐτὰ σκοπεῖν, ὁποῖοί τινές εἰσι καὶ τὰς ψυχὰς καὶ τὰ σώματα, οἷον οἱ θηρῶντες ἀνδρεῖοι, εὔτολμοι, ὀξύτεροι τὰς φρένας, ἐρρωμένοι τὰ σώματα. —Ἐντεῦθεν οὐκ ἀγνοήσεις, ὅπως θεοὺς ἐγκωμιαστέον. ἰστέον δέ, ὅτι τὰ εἰς θεοὺς ὕμνους κλητέον. Καὶ μὴν καὶ τὰ φυτὰ παραπλησίως ἀπὸ τοῦ τόπου, ἐν ᾧ φύεται· ἀπὸ τοῦ θεοῦ, ἀνάκειται, ὡς ἡ ἐλαία τῇ Ἀθηνᾷ· ἀπὸ τῆς τροφῆς, οἷον πῶς τρέφεται. καὶ εἰ μὲν πολλῆς ἐπιμελείας δέοιτο, τοῦτο θαυμάσεις, ἂν δὲ ὀλίγης, καὶ τοῦτο. ἐρεῖς δὲ ὡς ἐπὶ σώματος τὴν ἀναδρομήν, τὸ κάλλος, εἰ ἀειθαλές, ὡς ἡ ἐλαία· εἶτα τὸ χρήσιμον, ᾧ μάλιστα ἐνδιατρίψεις. τὰς δὲ συγκρίσεις πανταχοῦ παραληπτέον. Καὶ μὴν καὶ πόλεως ἐγκώμιον ἐκ τούτων οὐκ ἂν χαλεπῶς μεταχειρίσαιο· ἐρεῖς γὰρ καὶ περὶ γένους, ὅτι αὐτόχθονες, καὶ περὶ τροφῆς, ὡς ὑπὸ θεῶν ἐτράφησαν, καὶ περὶ παιδείας, ὡς ὑπὸ θεῶν ἐπαιδεύθησαν. ἐξετάσεις δὲ ὡς ἐπὶ ἀνθρώπου, ποδαπὴ τούς τρόπους ἡ πόλις, ποδαπὴ τὴν κατασκευήν, τίσιν ἐπιτηδεύμασιν ἐχρήσατο, τίνα κατέπραξε.