Ancient Greek · ~8 min
Περὶ μύθου.
Hermogenes, Progymnasmata [Dub.] Περὶ μύθου.
Not analysed yet
Τὸν μῦθον πρῶτον ἀξιοῦσι προσάγειν τοῖς νέοις ,διότι 1 τὰς ψυχὰς αὐτῶν πρὸς τὸ βέλτιον ῥυθμίζειν δύναται· ἔτι οὖν αὐτοὺς ἁπαλοὺς ὄντας ἀξιοῦσι πλάττειν. Φαίνονται δὲ τούτῳ χρησάμενοι καὶ οἱ ἀρχαῖοι, Ἡσίοδος μὲν τὸν τῆς ἀηδόνος εἰπών, Ἀρχίλοχος δὲ τὸν τῆς ἀλώπεκος. Ὀνομάζονται δὲ ἀπὸ τῶν εὑρόντων οἳ μὲν Κύπριοι, οἳ δὲ Λιβυκοί, οἳ δὲ Συβαριτικοί· πάντες δὲ κοινῶς Αἰσώπειοι λέγονται, διότι τοῖς μύθοις Αἴσωπος ἔχρῆτο πρὸς τὰς συνουσίας. Ὑπογραφὴν δέ τινα τοιαύτην ἀποδιδόασιν αὐτοῦ· ψευδῆ μὲν αὐτὸν ἀξιοῦσιν εἶνὰι, πάντως δὲ χρήσιμον πρός τι τῶν ἐν τῷ βίῳ· ἔτι δὲ καὶ πιθανὸν εἶναι βούλονται. πῶς δʼ ἂν γένοιτο πιθανός; ἂν τὰ προσήκοντα πράγματα τοῖς προσώποις ἀποδιδῶμεν. οἶον περὶ κάλλους τις ἀγωνίζεται· ταὼς οὗτος ὑποκείσθω. δεῖ τινι σοφόν τι περιτεθῆναι· ἀλώπηξ ἐνταῦθα. μιμούμενοι τὰ τῶν ἀνθρώπων πράγματα· ἐνταῦθα οἱ πίθηκοι. Χρὴ δὲ αὐτοὺς ποτὲ μὲν ἐκτείνειν, ποτὲ δὲ συστέλλειν. πῶς δʼ ἂν τοῦτο γένοιτο; εἰ νῦν μὲν αὐτὸν ψιλὸν λέγοιμεν κατὰ ἀφήγησιν, νῦν δὲ λόγους πλάττοιμεν τῶν δεδομένων προσώπων· οἶον, ἵνα σοι καὶ ἐπὶ παραδείγματος γένηται φανερόν, ῾οἱ πίθηκοι συνελθόντες ἐβουλεύοντο περὶ τοῦ χρῆναι πόλιν οἰκίζειν· καὶ ἐπειδὴ ἔδοξεν αὐτοῖς, ἤμελλον ἅπτεσθαι τοῦ ἔργου. γέρων οὖν πίθηκος ἐπέσχεν αὐτοὺς εἰπών, ὅτι ῥᾷον ἁλώσονται περιβόλων ἐντὸς ἀποληφθέντες᾿. οὕτως ἂν συντέμοις. εἰ δὲ ἐκτείνειν βούλοιο, ταύτῃ πρόαγε· ῾οἱ πίθηκοι συνελθόντες ἐβουλεύοντο περὶ πόλεως οἰκισμοῦ. καὶ δή τις παρελθὼν ἐδημηγόρησεν, ὅτι χρὴ καὶ αὐτοὺς πόλιν ἔχειν· ὁρᾶτε γάρ, φησίν, ὡς εὐδαίμονες διὰ τοῦτο οἱ ἄνθρωποι· καὶ οἶκον ἔχει ἕκαστος αὐτῶν καὶ εἰς ἐκκλησίαν οἱ σύμπαντες καὶ εἰς θέατρον ἀναβαίνοντες τέρπουσι τὰς ψυχὰς αὐτῶν θεάμασί τε καὶ ἀκούσμασι παντοδαποῖς᾿, καὶ οὕτω πρόαγε διατρίβων καὶ λέγων, ὅτι καὶ τὸ ψήφισμα ἐγέγραπτο, καὶ λόγον πλάττε καὶ παρὰ τοῦ γέροντος πιθήκου. Καὶ ταῦτα μὲν ταύτῃ. Τὴν δὲ ἀπαγγελίαν βούλονται περιόδων ἀλλοτρίαν εἶναι γλυκύτητος ἐγγύς. Ὁ δὲ λόγος ὁ τὴν ὠφέλειαν δεικνύς τὴν ἀπὸ τοῦ μύθου ποτὲ μὲν προταχθήσεται, ποτὲ δὲ ὑποταχθήσεται. Φαίνονται δὲ καὶ οἱ ῥήτορες αὐτῷ χρησάμενοι ἀντὶ παραδείγματος.