Ancient Greek · ~7 min
Περὶ διηγήματος.
Hermogenes, Progymnasmata [Dub.] Περὶ διηγήματος.
Not analysed yet
2 Τὸ διήγημα βούλονται εἶναι ἔκθεσιν πράγματος γεγονότος ἢ ὡς γεγονότος. ἔνιοι μέντοι τὴν χρείαν ἔταξαν πρὸ τούτου. Διαφέρει δὲ διήγημα διηγήσεως, ὡς ποίημα ποιήσεως· ποίημα μὲν γὰρ καὶ διήγημα περὶ πρᾶγμα ἕν, ποίησις δὲ καὶ διήγησις περὶ πλείονα, οἷον ποίησις ἡ Ἰλιὰς καὶ ποίησις ἡ Ὀδύσσεια, ποιήματα δὲ ἀσπιδοποιία, νεκυομαντεία, μνηστηροφονία. καὶ πάλιν διήγησις μὲν ἡ ίστορία Ἡροδότου, ἡ συγγραφὴ Θουκυδίδου, διήγημα δὲ τὸ κατὰ Ἀρίονα, τὸ κατὰ Ἀλκμαίωνα. Εἴδη δὲ διηγήματος βούλονται εἶναι τέτταρα· τὸ μὲν γὰρ εἶναι μυθικόν, τὸ δὲ πλασματικόν, ὃ καὶ δραματικὸν καλοῦσιν, οἷα τὰ τῶν τραγικῶν, τὸ δὲ ἱστορικόν, τὸ δὲ πολιτικὸν ἢ ἰδιωτικόν. ἀλλὰ νῦν ἡμῖν περὶ τοῦ τελευταίου ὁ λόγος. Σχήματα δὲ διηγημάτων ἔστιν ε΄· ὀρθὸν ἀποφαντικόν, ἀποφαντικὸν ἐγκεκλιμένον, ἐλεγκτικόν, ἀσύνδετον, συγκριτικόν. ὀρθὸν μὲν οὖν ἀποφαντικόν, οἷον ῾Μήδεια ἦν Αἰήτου θυγάτηρ· αὕτη προὔδωκε τὸ χρυσόμαλλον δέραςʼ· ὀρθὸν δὲ καλεῖται, διότι παρʼ ὅλον τὸν λόγον ἢ τὸν πλείω τηρεῖ τὴν πτῶσιν τὴν ὀνομαστικήν. ἀποφαντικὸν δὲ ἐγκεκλιμένον, οἷον ῾Μήσειαν τὴν Αἰήτου θυγατέρα λόγος ἐρασθεῖσαν Ἰάσονοςʼ καὶ τὰ ἑξῆς· ἐγκεκλιμένον δὲ λέγεται, διότι καὶ τὰς ἄλλας πτώσεις προσίεται. ἐλεγκτικὸν δέ ἐστι σχῆμα τόδε, οἷον ῾τί γὰρ οὐκ ἔδρασε Μήδεια δεινόν; οὐκ ἠράσθη μὲν Ἰάσονος, προὔδωκε δὲ τὸ χρυσόμαλλον δέρας, ἀπέκτεινε δὲ τὸν ἀδελφὸν Ἄψυρτον; ʼ καὶ τὰ ἑξῆς. ἀσύνδετον δὲ γίνεται ὧδε, οἷον ῾Μήδεια ἡ Αἰήτου θυγάτηρ Ἰάσονος ἠράσθη, προὔδωκε τὸ χρυσόμαλλον δέρας, τὸν ἀδελφὸν Ἄψυρτον ἐφόνευσε᾿ καὶ τὰ ἐξῆς. συγκριτικὸν δέ ἐστι τὸ τοιοῦτο ῾Μήσεια ἡ Αἰήτου θυγάτηρ ἀντὶ μὲν τοῦ σωφρονεῖν ἠράσθη, ἀντὶ δὲ τοῦ φυλάττειν τὸ χρυσόμαλλον δέρας προὔδωκεν, ἀντὶ δὲ τοῦ σῴζειν τὸν ἀδελφὸν Ἄψυρτον ἐφόνευσενʼ. —Τὸ μὲν οὖν ὀρθὸν ἱστορίαις πρέπει, σαφέστερον γάρ· τὸ δὲ ἐγκεκλιμένον μᾶλλον ἀγῶσι. τὸ δὲ ἐλεγκτικὸν ἁρμόττει τοῖς ἐλέγχοις, τὸ δὲ ἀσύνδετον τοῖς ἐπιλόγοις· παθητικὸν γάρ.