Ancient Greek · ~4 min
Περὶ νόμου εἰσφορᾶς.
Hermogenes, Progymnasmata [Dub.] Περὶ νόμου εἰσφορᾶς.
Not analysed yet
12 Καὶ τὴν τοῦ νόμου εἰσφορὰν τάττουσι τινὲς ἐν γυμνάσμασιν. ἐπεὶ δὲ καὶ ἐν πραγματικῇ νόμων θέσεις καὶ κατηγορίαι ἐμπίπτουσαι ποιοῦσι ζήτησιν, διαφορὰν ἐκείνην φασίν· ἐν μὲν γὰρ πραγματικῇ περίστασίς ἐστιν, ἐν γυμνάσματι δὲ οὐκ ἔστιν· οἷον ῾ἐν σπάνει χρημάτων γράφει τις ὠνητὰς εἶναι τὰς ἀρχάςʼ, οὐκοῦν ἔχεις τὸν καιρὸν τὴν σπάνιν· ἐν γυμνάσματι δὲ τοῦτο οὐκ ἔστιν, ἀλλʼ ἁπλῶς γράφει τις ὠνητὰς εἶναι τὰς ἀρχάς, ἄνευ καιροῦ καὶ τῆς ἄλλης περιστάσεως. Διαιρεῖται δὲ τῷ σαφεῖ, τῷ δικαίῳ, τῷ νομίμῳ, τῷ συμφέροντι, τῷ δυνατῷ, τῷ πρέποντι. τῷ μὲν σαφεῖ, ὡς παρὰ Δημοσθένει «ἀλλὰ πᾶσιν εἶναι ταῦτα γνῶναι καὶ μαθεῖν ἁπλᾶ καὶ σαφῆ τὰ δίκαια»· τῷ νομίμῳ δέ, ὅταν λέγωμεν ὅτι ῾παρὰ τοὺς ἀρχαίους ἐστὶ νόμουςʼ· τῷ δικαίῳ δέ, ὅταν λέγωμεν ὅτι ῾καὶ παρὰ τὴν φύσιν καὶ παρὰ τὸ ἔθοςʼ· τῷ συμφέροντι δέ, ὅταν λέγωμεν ὅτι καὶ νῦν καὶ εἰς τὸν ἐπιόντα χρόνον βλάπτειʼ· τῷ δυνατῷ δέ, ὅταν λέγωμεν ὅτι ῾οὐδὲ δύναται γενέσθαιʼ· τῷ πρέποντι δέ, ὅταν λέγωμεν ὡς ῾εἰς δόξαν βλάπτειʼ.