Ancient Greek · ~9 min
Περὶ θέσως.
Hermogenes, Progymnasmata [Dub.] Περὶ θέσως.
Not analysed yet
11 Τῆς θέσεως ὅρον ἀποδεδώκασι τὸ τὴν θέσιν εἶναι ἐπίσκεψίν τινος πράγματος θεωρουμένου ἀμοιροῦσαν πάσης ἰδικῆς περιστάσεως. ἔοικε γὰρ ἡ θέσις καθολικῆς συμβουλῆς τόπον ἐπέχειν οὐ πρός τι πρόσωπον ὑποκείμενον, ἀλλʼ ἁπλῶς κοινῶς πρὸς ὁτιοῦν κατὰ ἀναθεώρησιν μόνων τῶν προσόντων τῷ πράγματι τὴν διέξοδον λαμβάνουσα· ὅταν γὰρ ἐξετάσωμεν, εἰ γαμητέον, οὐ τῷ δεῖνι προσθέντες λέγομεν, οἷον Περικλεῖ ἢ Ἀλκιβιάδῃ, ἢ ἐπὶ τοῖσδε τοῖς συμβεβηκόσιν ἢ ταύτην ἔχοντι τὴν ἡλικίαν ἢ τοιαύτῃ κεχρημένῳ τύχῃ, ἀλλʼ ἁπλῶς ταῦτα πάντα ἀφελόντες τὸ πρᾶγμα ἐφʼ ἑαυτοῦ θεωρήσομεν, τῶν προσόντων αὐτῷ τὴν ἐξέτασιν ποιούμενοι, οἷον εἰ ποιητέον τόδε ᾡτινιοῦν διὰ τὸ τοιάδε εἶναι τὰ ἀποβαίνοντα τοῖς μετιοῦσιν· ὡς, ἐὰν ὡρισμένον πρόσωπον λάβωμεν καὶ περίστασίν τινα καὶ οὕτω τὴν διέξοδον τῶν λόγων ποιώμεθα, οὐ θέσις ἔσται ἀλλ᾿ ὑπόθεσις. Τῶν δὲ θέσεων αἳ μὲν πολιτικαί, αἳ δὲ οὔ· καὶ πολιτικαὶ μὲν αἱ ὑποπεπτωκυῖαι ταῖς κοιναῖς ἐννοίαις, οἷον εἰ ῥητορευτέον καὶ ὅσα τοιαῦτα· οὐ πολιτικαὶ δέ, ὅσαι οἰκεῖαί τινος ἐπιστήμης καὶ προσήκουσαι τοῖς περὶ αὐτὰς ἀναστρεφομένοις, οἷον εἰ σφαιροειδὴς ὁ οὐρανός, εἰ πολλοὶ κόσμοι, εἰ ὁ ἥλιος πῦρ. αἵδε μὲν οὖν φιλοσόφοις ἁρμόζουσιν, ἐν δὲ ταῖς ἄλλαις τοὺς ῥήτορας γυμναστέον. ὠνόμιασαν δὲ τινὲς ταύτας μὲν πρακτικάς, ἐκείνας δὲ θεωρητικάς· ταύτας μὲν γὰρ ἐνδέχεται καὶ πραχθῆναι, ἐκείνων δὲ τὸ τέλος ἡ θεωρία. Διαφέρει δὲ τόπου ἡ θέσις, ὅτι ὁ μὲν τόπος ἐστὶν ὁμολογουμένου πράγματος αὔξησις, ἡ δὲ θέσις ἀμφισβητουμένου πράγματος ζήτησις. Τῶν δὲ θέσεων αἳ μὲν ἁπλαῖ, αἳ δὲ κατὰ τὸ πρός τι λαμβάνονται, αἳ δὲ διπλαῖ νομίζονται. ἐὰν γὰρ λέγωμεν ῾εἰ γαμητέονʼ, ἁπλῆ· ἐὰν δὲ ῾εἰ βασιλεῖ γαμητέονʼ, πρός τι· ἐὰν δὲ λέγωμεν εἰ ἀθλητέον μᾶλλον ἢ γεωργητέον᾿ ,διπλῆ, δεῖ γὰρ τοῦ μὲν ἀποτρέπειν, ἐπὶ δὲ τὸ προτρέπειν. Διαιροῦνται δὲ αἱ θέσεις τοῖς τελικοῖς καλουμένοις κεφαλαίοις, τῷ δικαίῳ, τῷ συμφέροντι, τῷ δυνατῷ, τῷ πρέποντι· οἷον ὅτι δίκαιον γαμεῖν καὶ τὸν αὐτὸν ἔρανον εἰσφέρειν τῷ βίῳ· ὅτι συμφέρον, πολλὰ γὰρ ἐξ αὐτοῦ τὰ παραμύθια· ὅτι δυνατόν, ἐκ γὰρ τῶν ὁμοίων γαμεῖν δυνατόν· ὅτι πρέπον, τῷ μὴ θηριωδῶς δοκεῖν διακεῖσθαι. οὕτω κατασκευάσεις· ἀνατρέψεις δὲ ἐκ τῶν ἐναντίων. λύσεις δὲ καὶ τὰς εὑρισκομένας ἀντιθέσεις. ἐπὶ δὲ τελευτῆς αἱ προτροπαὶ καὶ τὰ κοινὰ ἔθη πάντων ἀνθρώπων.