Ancient Greek · ~4 min
Περὶ αὐξήσεως, πότε χρηστέον ἐν δίκαις εὐκαίρως.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ αὐξήσεως, πότε χρηστέον ἐν δίκαις εὐκαίρως.
Not analysed yet
18 Πότε ῥήτωρ αὐξήσει χρήσεται ἐν δίκαις, εἶτα τότε ταῖς ἀποδείξεσι; δύο δὴ καιροὶ τῆς χρήσεως καὶ μέθοδοι, ὅταν τὸ πρᾶγμα ἀμελῆται ἢ τὸ πρόσωπον τὸ κρινόμενον ἔνδοξον ᾖ. ταύτῃ τῇ τέχνῃ χρῆται Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου καὶ ἐν τῷ Κατὰ Κτησιφῶντος. ἐν μὲν γὰρ τῷ Κατὰ Τιμάρχου καὶ τὸ πρᾶγμα ἀμελεῖται —λοιδορία γὰρ δοκεῖ ἡ ἑταίρησις εἶναι καὶ σκῶμμα ταπεινότερον —,καὶ τὸ πρόσωπον τὸ κρινόμενον ἔνδοξόν ἐστιν —ὁ γὰρ Τίμαρχος τιμᾶται καὶ λελειτούργηκε καὶ ἀρχὰς ἦρξε καὶ ἔστι περὶ μέσην ἡλικίαν —. καὶ ἐν τῷ Κατὰ Κτησιφῶντος ἡ τῶν παρανόμων γραφὴ ἀμελεῖται διὰ τὰς συμφορὰς τῆς πόλεως τό τε πρόσωπον τιμᾶται, Δημοσθένης, καὶ ἀξίωμα ἔχει. διὰ τοῦτο πρότερον αὔξει, εἶτα τότε ἀποδείκνυσιν, ἵνα ἐπιστρέψῃ καὶ ἀναγκάσῃ προσέχειν τοὺς δικαστὰς καὶ μήτε τιμῇ τοῦ προσώπου μήτε καταφρονήσει τοῦ πράγματος μὴ θέλωσιν ἀκούειν. αὕτη ἡ αἰτία τοῦ καὶ τῇ αὐτῇ τάξει ἐν ἀμφοτέροις τοῖς βιβλίοις τὰ περὶ τῶν πολιτειῶν διεξελθεῖν.