Ancient Greek · ~4 min
Περὶ προσποιήσεως.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ προσποιήσεως.
Not analysed yet
Πότε ῥήτωρ προσποιήσεται σχεδιάζειν; τριῶν οὐσῶν 17 ἰδεῶν ῥητορικῆς ἐν τῇ συμβουλευτικῇ μάλιστα δεῖ καὶ ὁμολογεῖν, ὅτι ἐβουλεύσατο· οὐ γὰρ ἀνέχεται ὁ συμβουλευόμενος τὰ ἐπιόντα λέγοντος τοῦ συμβουλεύοντος, τοὐναντίον δὲ χρὴ ἐσκέφθαι ὁμολογεῖν καὶ πεφροντικέναι, ὡς ὁ Δημοσθένης «ἀλλ᾿ ὡς ἔοικεν ὁ καιρὸς ἐκεῖνος οὐ μόνον εὔνουν ἡμῖν καὶ πλούσιον ἄνδρα ἐκάλει, ἀλλὰ καὶ παρηκολουθηκότα ἐξ ἀρχῆς τοῖς πράγμασι»· μάλιστα γὰρ τοῦτο δεῖ προσεῖναι τῷ συμβούλῳ, ἐμπειρίαν πραγμάτων. Ἐν δὲ τῇ δικανικῇ, κἂν ἐσκεμμένος ἥκῃς, προσποιοῦ αὐτόθεν λέγειν, ὅπερ ποιοῦσι πάντες οἱ παλαιοί· γράψαντες γὰρ πάντες ὑποκρίνονται σχεδιάζειν —διὰ τί; ὅτι ὁ δικαστὴς ὑποπτεύει τὸν ῥήτορα καὶ δέδοικε, μὴ ἐξαπατηθῇ τῇ δυνάμει τῆς ῥητορικῆς. αὐτὸ τοίνυν τοῦτό ἐστι τέχνη τοῦ ῥήτορος τὸ δοκεῖν αὐτόθεν λέγειν, ἵνα καὶ οὕτως ὁ δικαστὴς παραχθῇ· καὶ προοίμια ὡς αὐτόθεν εὑρίσκοντες λέγουσι πάλαι σκεψάμενοι καὶ κεφάλαια ὡς μεταξὺ ἀναμνησθέντες κατὰ πάσας τὰς δίκας. Ἐν δέ γε ἐγκωμιαστικῇ ἰδέα οὐ κωλύει ἀμφοτέροις χρῆσθαί ποτε, καὶ ὁμολογίᾳ γραφῆς καὶ προσποιήσει σχεδίου.