Ancient Greek · ~2 min
Περὶ δευτερολογιῶν, διὰ ποίας αἰτίας μερίζεται λόγος, καὶ πῶς γίνονται.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ δευτερολογιῶν, διὰ ποίας αἰτίας μερίζεται λόγος, καὶ πῶς γίνονται.
Not analysed yet
27 Δευτερολογιῶν εἴδη τάδε· ἤτοι γὰρ διὰ μέγεθος τοῦ ἀγῶνος μερίζεται ἡ κατηγορία ἢ ἡ ἀπολογία· ἢ προκατηγορήσαντός τινος καὶ προαγωνισαμένου ὁ δεύτερος λέγων αὐξήσει χρῆται, ὥσπερ οἱ Κατὰ Ἀριστογείτονος λόγοι ἔχουσιν· ἢ τὰ αὐτὰ ὁ δεύτερος λέγων οὐκ αὔξει μέν, προστίθησι δέ τινα ἢ ἀφαιρεῖ, ὥσπερ κατορθῶν τὰ εἰρημένα, ὡς ἔχει ὁ τοῦ Νέστορος λόγος ἐν τῇ δευτέρᾳ ῥαψῳδίᾳ μετὰ τὴν Ὀδυσσέως δημηγορίαν· ἢ προαγωνισαμένου ἑτέρου ὁ δεύτερος λέγων τὰ μέλλοντα δεύτερα λέγεσθαι ὑπὸ τοῦ ἀντιδίκου προκαταλαμβάνει λέγων, ὥσπερ ὁ Κατ᾿ Ἀνδροτίωνος ἔχει, προκατηγορήσαντος γὰρ Εὐκτήμονος, ἃ μέλλει λέγειν Ἀνδροτίων, ὁ Διόδωρος προκαταλαμβάνει. Οὗτοι τέσσαρες τρόποι δευτερολογίας.