Ancient Greek · ~5 min
Περὶ παλαισμάτων δικαστηρίων, ἃ Δημοσθέκης ἐτεχκήσατο.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ παλαισμάτων δικαστηρίων, ἃ Δημοσθέκης ἐτεχκήσατο.
Not analysed yet
Δύο παλαίσματα δικαστηρίων Δημοσθένης ἐπετεχνήσατο, 26 τό τε οἰκεῖον ἰσχυρόν, κἂν μὴ κρινόμενον ᾖ, εἰς κρίσιν ἀγαγεῖν καὶ τὸ τοῦ ἀντιδίκου ἰσχυρὸν κρινόμενον ἐκβαλεῖν. ταῦτα τοίνυν ἀμφότερα ποιεῖ Δημοσθένης καὶ λανθάνει πράττων· ὅταν γὰρ τὸ οἰκεῖον εἰσάγῃ χαριζόμενος ἑαυτῷ, ἀνάγκην προσποιεῖται, ὅταν δὲ τὸ τοῦ ἀντιδίκου ἐκβάλλῃ πανουργῶν, ἁπλότητα ὑποκρίνεται. Τοῦτο ἐποίησε καὶ ἐν δυσὶ λόγοις, ἔν τε τῷ Περὶ τοῦ στεφάνου καὶ ἐν τῷ Κατὰ Ἀριστοκράτους. ὅταν γὰρ τὸ τῆς πολιτείας καὶ ἀξίας ἐπάγῃ, ἀνάγκην ὑποκρίνεται «ἐὰν δὲ ἐφ᾿ ἃ καὶ πεποίηκα καὶ πεπολίτευμαι βαδίζω, πολλάκις λέγειν ἀναγκασθήσομαι περὶ ἐμαυτοῦ»· ὅταν δὲ τούς νόμους κλέπτῃ, ἁπλότητα προσποιεῖται λέγων οὕτως «ἔτι μέντοι καὶ τοὺς νόμους δεικτέον εἶναί μοι δοκεῖ», ὡς παρέργου μνημονεύων τοῦ ἰσχυροῦ τῷ ἀντιδίκῳ. —Καὶ πάλιν ἐν τῷ Κατ᾿ Ἀριστοκράτους εἰσάγων τὸν περὶ Χερρονήσου λόγον οὐδὲν προσήκοντα τῷ ἀγῶνι φησὶν «ἀνάγκη δέ ἐστι πρῶτον ἁπάντων δεῖξαι, τι ποτε ἔστι τὸ Χερρόνησον ἀσφαλῶς ἔχειν ἡμᾶς πεποιηκός, εἶτα πανουργῶν καὶ πολίτην ἐργαζόμενος τὸν Χαρίδημον, ἵνα αὐτῷ ἰσχύῃ ὁ περὶ τῶν νόμων λόγος, ἐπιφέρει «θεάσασθε τοίνυν, ὡς δικαίως καὶ ἀπλῶς ποιήσομαι τοὺς λόγους, ὃς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτόν, ἐν ᾗ πλείστης ἂν τυγχάνοι τιμῆς, ἃ δ᾿ οὐδ᾿ ἡμῖν τοῖς γένει πολίταις ἐστίν, οὐδ᾿ ἐκείνῳ δεῖν οἶμαι γενέσθαι παρὰ τοὺς νόμους».