Ancient Greek · ~6 min
Περὶ κοινῶν διανοημάτων. πῶς αὐτὰ ἰδιώσομεν λέγοκτες.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ κοινῶν διανοημάτων. πῶς αὐτὰ ἰδιώσομεν λέγοκτες.
Not analysed yet
Οἱ παλαιοὶ κοινὰ λέγοντες διανοήματα ὁμολογία τῆς 29 κοινότητος ἴδια αὑτῶν ποιοῦσιν. Ἰσοκράτης «ἅπαντες μὲν εἰώθασιν οἱ παριόντες ἐνθάδε ταῦτα μέγιστα φάσκειν εἶναι, περὶ ὧν ἂν αὐτοὶ ποιῶνται τοὺς λόγους· οὐ μὴν ἀλλ᾿ εἰ τῳ καὶ ἄλλῳ ταῦτα ἥρμοσε λέγειν, καὶ ἐμοὶ προσήκει», καὶ Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους «εἰώθασι μὲν οὖν οἱ πολλοί», καὶ Αἰσχίνης ἐν τῷ Κατὰ Τμάρχου «καὶ ὡς ἔοικεν οἱ εἰωθότες λόγοι λέγεσθαι ἐπὶ τοῖς δημοσίοις ἀγῶσιν οὔκ εἰσι ψευδεῖς· αἱ γὰρ ἴδιαι ἔχθραι πολλὰ πάνυ τῶν κοινῶν ἐπανορθοῦσι», καὶ πάλιν Αἰσχίνης ἐν τῷ Κατὰ Τιμάρχου «οὐκ ἀγνοῶ δὲ, ὅτι ἃ μέλλω ἐν πρώτοις λέγειν». Ἐν δὲ τοῖς Ὀλυνθιακοῖς Δημοσθένης τῷ πρώτῳ λόγῳ, χρώμενος κοινῷ διανοήματι τῷ ἀντὶ πολλῶν χρημάτων αὐτοὺς αἱρήσεσθαι τὸ κοινῇ συμφέρον, οὐ χρῆται τῇ ὁμολογίᾳ τῆς κοινότητος, διότι πανουργῶν χρῆται, καὶ παραλείπει τὴν ὁμολογίαν, προκατασκευάζει δὲ διὰ τοῦ προοιμίου τὰ θεωρικὰ χρήματα δεῖν ἀποδοῦναι τοῖς στρατιώταις. εἰ μὲν οὖν ὡμολόγει τὴν κοινότητα, ἔφασκε δὲ λυσιτελεῖν καὶ αὑτῷ εἰπεῖν, ὑπωπτεύετο· νῦν δὲ κοινῷ χρησάμενος διανοήματι καὶ λαθὼν αὐτοὺς ὁμολογοῦντας ὕστερον ἀναμιμνῄσκει ἀρνεῖσθαι αἰσχυνομένους περὶ τῶν θεωρικῶν χρημάτων. διὰ τοῦτο καὶ ἐπεσφραγίσατο ἐν ἀρχῇ τὸ διανόημα οὕτως «ὅτε τοίνυν τοῦθ᾿ οὕτως ἔχει». ἔθος δὲ Δημοσθένους ἐστίν, ὅταν τι διοικήσηται ἑαυτῷ χρήσιμον, μὴ πρότερον ἀφίστασθαι, πρὶν ἢ ἐπισφραγίσηται. πεποίηκε τοῦτο ἐν τοῖς τέτρασι λόγοις, ἐν τῷ Περὶ τοῦ στεφάνου, ἐν τῷ Κατὰ Μειδίου, ἐν τῷ Κατὰ Ἀριστοκράτους, ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν.