Ancient Greek · ~3 min
Περὶ χρήσεως ἐπῶ ἐν πεζῷ λόγῳ.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ χρήσεως ἐπῶ ἐν πεζῷ λόγῳ.
Not analysed yet
Κατὰ πόσους τρόπους ἐν πεζῷ λόγῳ χρῆσις ἐπῶν 30 γίνεται; κατὰ δύο, κόλλησιν καὶ παρῳδίαν. καὶ κόλλησις μέν ἐστιν, ὅταν ὁλόκληρον τὸ ἔπος εὐφυῶς κολλήσῃ τῷ λόγῳ, ὥστε συμφωνεῖν δοκεῖν· οἷον παρὰ τῷ Αἰσχίνῃ ἐν τῷ Κατὰ Τιμάρχου ἐπιστᾶσά που ἡ τοῦ Πατρόκλου ψυχὴ καθεύδοντι τῷ Ἀχιλλεῖ ἐπισκήπτει περὶ τοῦ ὁμόταφος αὐτῷ γενέσθαι τοὐ γὰρ ἔτι ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν καὶ τὰ ἑξῆς, καὶ πάλιν φησὶν Εὐριπίδης «ὁ δ᾿ εἰς τὸ σῶφρον ἐπ᾿ ἀρετήν τ᾿ ἄγων ἔρως ζηλωτὸς ἀνθρώποισιν, ὧν εἴην ἐγώ». —Κατὰ παρῳδίαν δέ, ὅταν μέρος εἰπὼν τοῦ ἔπους παρ᾿ αὑτοῦ τὸ λοιπὸν πεζῶς ἑρμηνεύσῃ καὶ πάλιν τοῦ ἔπους εἰπὼν ἕτερον ἐκ τοῦ ἰδίου προσθῇ, ὡς μίαν γενέσθαι τὴν ἰδέαν· οἷον Δημοσθένης ἐν τῷ Παραπρεσβείας «ὅστις δ᾿ ὁμιλῶν ἥδεται ταὐτὰ πρεσβεύων Φιλοκράτει, οὐπώποτ᾿ ἠρώτησα γινώσκων, ὅτι ἀργύριον εἴληφεν οὗτος, ὥσπερ Φιλοκράτης ὁμολογῶν».