Ancient Greek · ~3 min
Περὶ προεκθέσεως καὶ ἀνακεφαλαιώσεως.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ προεκθέσεως καὶ ἀνακεφαλαιώσεως.
Not analysed yet
Τὸ ἐν ἀρχῇ τι λέγειν ἐπὶ κεφαλαίων, περὶ ὧν τις 12 μέλλει κατασκευάζειν ἢ διδάσκειν, οἱ τεχνικοὶ καλοῦσι προέκθεσιν, τὸ δ᾿ ἐπὶ τέλους ἀναμιμνῄσκειν τὰ ἀποδεδειγμένα ἢ λελεγμένα οἱ τεχνικοὶ καλοῦσιν ἀνακεφαλαίωσιν. οἱ δὲ παλαιοὶ τὴν μὲν προέκθεσιν καλοῦσιν ὑπόσχεσιν, τὴν δὲ ἀνακεφαλαίωσιν ἐπάνοδον, ὡς Δημοσθένης δηλοῖ λέγων οὕτως «δίκαιόν ἐστιν ἐμὲ τρία ὑμῖν ὑπεσχημένον ἀποδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους», καὶ τὸ ἕτερον οὕτως «ἐπάνειμι δὴ πάλιν ἐπὶ τὰς ἀποδείξεις, ὡς τὰ τούτων ἀδικήματα καὶ δωροδοκήματα τῶν νῦν πραγμάτων»· καὶ Πλάτων ἐν ἀρχῇ φησι προοίμια καὶ διηγήσεις, εἶτα πίστεις, «τὸ δὲ δὴ τέλος τῶν λόγων ἔοικε πᾶσιν εἶναι κοινῇ συνδεδογμένον, οὗ τινὲς μὲν ἐπάνοδον ὄνομα τίθενται, τινὲς δὲ ἄλλο τι »,καὶ ἄξιον ζητῆσαι, τί ἐστι τὸ τἄλλο τι». «τσυλλογίσασθαι δὴ βούλομαι», φησὶν ὁ ∠ημοσθέ νῆς, «τὰ κατηγορημένα».