Ancient Greek · ~2 min
Περὶ ἀσυνδέτου.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ ἀσυνδέτου.
Not analysed yet
11 Τὸ ἀσύνδετον σχῆμα καὶ τὸ μετὰ τῶν συνδέσμων λεγόμενον δοκεῖ τὸ μὲν δεδέσθαι, τὸ δὲ λελύσθαι. ταὐτὸ δὲ ἀμφότερα δηλοῖ, καὶ ἐργάζεται καὶ μέγεθος ὁμοίως καὶ ἦθος, ὅταν ἑκατέρου καιρὸς ᾖ. ταὐτὸν δ᾿ ἐργαζόμενα οὐχ ὁμοίως ἐργάζεται, ἀλλὰ τὸ μὲν μετὰ συνδέσμων πραγματικὸν πλῆθος ἢ μέγεθος, οἷον «Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ», τὸ δὲ ἄνευ συνδέσμων λεγόμενον ἡθικόν ἐστι «καὶ πάλιν ἡνίκα Πύδνα, Ποτίδαια, Μεθώνη, Παγασαί, τἆλλα, ἵνα μὴ καθ᾿ ἕκαστον λέγων διατρίβω, πολιορκούμενα ἀπηγγέλλετο».