Ancient Greek · ~5 min
Περὶ τοῦ κωμικῶς λέγειυ.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ τοῦ κωμικῶς λέγειυ.
Not analysed yet
Τοῦ κωμικῶς λέγειν ἅμα καὶ σκώπτειν ἀρχαίως τρεῖς 34 μέθοδοι· τὸ κατὰ παρῳδίαν σχῆμα, τὸ παρὰ προσδοκίαν, τὸ ἐναντίας ποιεῖσθαι τὰς εἰκόνας τῇ φύσει τῶν πραγμάτων. τούτων παραδείγματα λάβωμεν τὰ μὲν ἐκ τοῦ κωμικοῦ, τὰ δὲ ἐκ τοῦ βίου, τὰ δὲ ἐκ τοῦ ῥήτορος. Τὸ μὲν κατὰ παρῳδίαν οὕτως ἔχει «ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει»· θέλων γὰρ εἰπεῖν ‘τὴν κεφαλὴν κόρακος ἔχει’ διὰ τὸ τραυλὸς εἶναι δῆθεν ἁμαρτὼν τῇ φωνῇ διεκωῴδησε τὸν τρόπον. Τὸ δὲ παρὰ προσδοκίαν τοῦτο «βδελυρὸν μὲν οὖν τὸ πρᾶγμα καὶ οὐκ ἂν ἐβουλόμην λαχεῖν, ἐπειδὴ δὲ ἔλαχον»· προσδοκᾷ μὲν ὁ ἀκροατὴς ἀκοῦσαι ‘ὑπομενῶ’ ,φησὶ δὲ «οὐκ ἂν ἐβουλόμην». Τὸ δὲ ἐναντίως χρῆσθαι ταῖς εἰκόσι πρὸς τὰ μεγέθη τῶν πραγμάτων οὕτω γίνεται, ἐὰν μεγάλῳ μικρὸν ἀντιτιθῶμεν καὶ μικρῷ μέγα, οἷον ‘ἐμαχέσαντο οἱ ὄρτυγες ὡς Αἴας καὶ Ἕκτωρ’ καὶ ‘Ἕκτωρ καὶ Ἀχιλλεὺς ἐμαχέσαντο ὡς ἀλεκτρυόνες’. Τούτοις πᾶσι χρῆται Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνο· ὅθεν δηλοῦται, ὅτι κωμῳδεῖν ἐπίσταται· τῇ μὲν παρῳδία οὕτως «τὸν μὲν πατέρα ἀντὶ Τρόμητος ἐποίησεν Ἀτρόμητον», τῷ δὲ παρὰ προσδοκίαν οὕτω περὶ Αἰσχίνου λέγων «οὐδὲ γὰρ ὧν ἔτυχεν ἦν, ἀλλ᾿ οἷς ὁ δῆμος καταρᾶται», τῇ δ᾿ ἐναντιώσει τῶν εἰκόνων οὕτως «αὐτοτραγικὸς πίθηκος, ἀρουραῖος Οἱνόμαος».