Ancient Greek · ~4 min
Περὶ ἀμφιβολίας.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ ἀμφιβολίας.
Not analysed yet
35 Τοῖς μὲν πολλοῖς δοκεῖ πολλὰς ἐν τοῖς βιβλίοις ἀμφιβολίας γίνεσθαι ὑπὸ τῶν παλαιῶν· ἡμεῖς δὲ φαμέν, ὅτι οὐ δύναται ἔν τῳ παλαιῷ βιβλίῳ ἀμφιβολία εἶναι· ἀνάγκη γὰρ τὴν διάνοιαν εἶναι ἄτοπον τὴν ἑτέραν ἢ τὴν σύνταξιν τῆς λέξεως. τὸ γοῦν παρʼ Ὁμήρῳ «θεοῖσι δὲ θῦσαι ἀνώγει Πάτροκλον, ὃν ἑταῖρον τοῦτο λέγουσιν εἶναι ἀμφιβολίαν, πότερον Πάτροκλον κελεύῖει σφαγιασθῆναι ἢ τῷ Πατρόκλῳ προσέταξε τοῖς θεοῖς θῦσαι. καὶ τὸ «ὦ Ζεῦ, γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ» ἀμφίβολόν φασιν εἶναι, λέγοντες καὶ τοῦτον εἶναι δύνασθαι τὸν νοῦν εὐχομένου τῷ Διὶ ὑπὸ τοῦ συὸς καταβληθῆναι· οὕτω μὲν δὴ ὁ νοῦς ἄτοπός ἐστιν, ἡ δὲ ἑρμηνεία ἄλογος. τὸν αὐτὸν δὲ τρόπον «στασιάσαντες δὲ ἔτη πολλά, ὡς λέγεται, ἀπὸ πολέμου τινὸς τῶν προσοίκων βαρβάρων ἐφθάρησαν»· ζητοῦσιν, ὑπὸ τίνος ἐφθάρησαν, ὑπὸ τοῦ πολέμου ἢ ὑπὸ τῆς στάσεως. ἀδύνατον ὑπὸ τοῦ πολέμου εἶναι τὴν φθοράν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν ‘στασιάσαντες ἀπὸ πολέμου, ἐφθάρησαν’, ἵνα ἡ μὲν στάσις ᾖ γεγονυῖα ἐκ τοῦ πολέμου, ἡ δὲ φθορὰ ἐκ τῆς στάσεως· οὐ δεῖ γὰρ λέγειν ‘ἀπὸ πλέμου ἐφθάρησαν’ . Τοσαῦτα περὶ ἀμφιβολίας.