Ancient Greek · ~7 min
Περὶ τοῦ προτείνειν τὰς τοῦ ἐναντίου προτάσεις.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ τοῦ προτείνειν τὰς τοῦ ἐναντίου προτάσεις.
Not analysed yet
23 Ὁ κατηγορῶν τὰς τοῦ μέλλοντος ἀποκρίνεσθαι οὐχ ἀπλῶς προτείνι προτάσεις, ἀλλὰ κατὰ τρόπους τρεῖς, ἐπιστήμην, δόξαν, ἀκοήν· ἐπιστήμην μὲν ‘οἶδα, ὅπερ νὴ Δία ἐρεῖ’ καὶ ὅσα τοιαῦτα, δόξαν δὲ οἶον ‘τάχα τοίνυν ἴσως ἐρεῖ’, ὡς ἀμφιβάλλων περὶ τῆς προτάσεως, ἀκοὴν δὲ ὡς ἀκούων περὶ τῆς προτάσεως ‘πυνθάνομαι τοίνυν μέλλειν αὐτὸν λέγειν’. Τὰ μὲν δὴ σχήματα τῆς προτάσεως τῶν τοῦ ἀπολογουμένου κεφαλαίων ταῦτα· ὁ δὲ καιρὸς ἑκάστου τίς; δεῖ γὰρ εἰδέναι, πότε τῇ ἐπιστήμῃ καὶ τῇ δόξῃ καὶ τῇ ἀκοῇ χρησόμεθα· ἡ γὰρ ἀκαιρία πολλάκις καὶ ἐναντία ποιεῖ. τῶν μελλόντων προτείνεσθαι ὑπὸ τοῦ ἀπολογουμένου τὰ μέν ἐστιν ἰσχυρότερα, τὰ δὲ ἀσθενῆ, τὰ δὲ μέσα· τὰ μὲν οὖν ἀσθενῆ τοῦ ἀντιδίκου ὡς εἰδὼς τῇ ἐπιστήμῃ προβαλῇ, τὰ δὲ μέσα τῇ ἕξει ὡς στοχαζόμενος, ὅπερ ἐστὶ τῇ δόξῃ, τὰ δὲ ἰσχυρὰ ὡς πυνθανόμενος. ἵνα δοκῇς ἀκούειν αὐτά, μὴ συνειδέναι δὲ ἰσχυρὰ ὄντα. Οὕτω μὲν δὴ δεῖ προτείνειν. Δημοσθένης δὲ τὰ ἄμικτα ἔμιξεν ἐν τῷ Κατὰ Μειδίου, ἐπιστήμην ὁμοῦ καὶ ἀκοήν, λέγων οὕτως «ἔστι δὲ πρῶτον μὲν ἐκεῖνο οὐκ ἄδηλος ἐρῶν, ἐξ ὧν ἰδία πρός τινας αὐτὸς διεξιὼν ἀπηγγέλλετό μοι»· διὰ μὲν γὰρ τὴν φύσιν τοῦ πράγματος καὶ τὴν ἰσχύν τοῦ κεφαλαίου τῇ ἀκο κέχρηται, διὰ δὲ τὴν προσποίησιν τῆς καταφρονήσεως τῇ ἐπιστήμῃ. ἀλλὰ καὶ ἐν τῷ Περὶ τῆς ἀτελείας ἰσχυρότατον προτείνων τοῦ Λεπτίνου κεφάλαιον, τὸ τῆς ἀξίας, τῇ ἐπιστήμῃ προέτεινεν οὕτως «ἔστι δ᾿ οὐκ ἄδηλον τοῦθ᾿, ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λεγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, φήσει δὲ ἀναξίους τινὰς εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας». λέγομεν οὖν, ὅτι ὁ Δημοσθένης χρῆται τοῖς σχήμασι καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν, καὶ ἐνταῦθα τῷ μὲν Λεπτίνῃ ἰσχυρότατόν ἐστι τοῦτο τὸ κεφάλαιον, τῷ δὲ Δημοσθένει εὔλυτον.