Ancient Greek · ~5 min
Περὶ τοῦ ἐναντία λέγοντα κατορθοῦν ἐναντία.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ τοῦ ἐναντία λέγοντα κατορθοῦν ἐναντία.
Not analysed yet
Τίς μέθοδος τοῦ ἐναντία λέγοντα, οἷς βούλεται γενέσθαι, 22 κατορθοῦν, ὃ βούλεται, μὴ δοκοῦντα ἐναντία οἷς θέλει λέγειν; ἡ κακία ἡ ἐν λόγοις ἐνταῦθα ἀρετὴ φαίνεται. τίς δέ ἐστι κακία ἐν λόγοις; εὐδιάλυτα λέγειν καὶ ἐναντία καὶ στρεφόμενα. ταῦτα ἐν τούτῳ τῷ σχήματι τῶν λόγων ἀρετὴ γίνεται. Ὅμηρος αὐτὸ πεποίηκεν· Ἀγαμέμνων ἐστὶν ὁ ἀποπειρώμενος τοῦ Ἑλληνικοῦ καὶ βουλόμενος αὐτοὺς μένειν λέγων δεῖν μὴ μένειν ἀλλὰ φεύγειν, καὶ δι᾿ ὅλης τῆς δημηγορίας εὐδιάλυτα λέγει καὶ στρεφόμενα, διδοὺς ἀντιλαβὰς τοῖς ἐναντιουμένοις, ἐπὶ τέλει δὲ καὶ ἐναντιώματα λέγων· τὸ γὰρ φάναι «καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται» δηλονότι ἐναντίον ἐστὶ φανερῶς τῷ ‘φεύγωμεν’· πῶς γὰρ φεύξονται ναῦς οὐκ ἔχοντες; τοῦτο δ᾿ ἂν εἶπε καὶ κωλύων τις αὐτοὺς ἀποπλεῖν, οὐ κελεύων δὲ μένειν τοῖς λόγοις. Ἐν δὲ ταῖς σχολικαῖς ὑποθέσεσιν ἔστι καὶ ἄλλη τις τέχνη, ἣ βοηθεῖ ταῖς τοῦ ἀντιδίκου προτάσεσι καὶ διὰ μακρῶν προβάλλεται καὶ διὰ μαρτυριῶν ἔσθ᾿ ὅτε. ἀλλὰ ἀντιλέγειν προσποιοῦ· οὕτω γὰρ λέγων οὐχ ὑποπτευθήσῃ, καὶ ὃ βούλει, σοὶ ἔσται. ἐν γὰρ τῷ τοιούτῳ σχήματι τῶν λόγων τὸ μὲν νικῆσαι λέγοντα ἡττηθῆναί ἐστι, τὸ δὲ ἡττηθῆναι λέγοντα νικῆσαι ἐστι· γέγονε γάρ, ὃ βουλόμεθα.