Ancient Greek · ~3 min
Περὶ ἀντιθέτου.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ ἀντιθέτου.
Not analysed yet
Τὸ ἀντίθετον σχῆμα ἀναντίρρητόν ἐστι· γίνεται γὰρ 15 διὰ τῶν ὁμολογουμένων. ἔστι δὲ διανοήματι διανόημα ἀντικείμενον. ἁπλούστατον δὲ ὂν ἰσχυρόν ἐστιν, οἷον «ἐδίδασκες γράμματα, ἐγὼ δ᾿ ἐφοίτων· ἐτέλεις, ἐγὼ δ᾿ ἐτελούμην· ἐτριταγωνίστεις, ἐγὼ δ᾿ ἐθεώρουν· ἐγραμμάτευες, ἐγὼ δ᾿ ἐκκλησίαζον· ἐξέπιπτες, ἐγὼ δ᾿ ἐσύριττον». Τοῦτο δὲ τὸ ἀντίθετον ὁ Δημοσθένης ἐποίησε κακόηθες, τὸ μὲν πρᾶγμα ἀληθὲς λαμβάνων, τὸ δὲ ἀντικείμενον ψευδὲς ὄν· ὡς ἐν τῷ Περὶ τῆς παραπρεσβείας εἰσάγει συμπόσιον Φιλίππου καὶ τῶν Ὀλύμπια νενικηκότων καὶ διάλογον Σατύρου τοῦ κωμικοῦ ὑποκριτοῦ, οὕτω δὲ ψυχαγωγεῖ τοὺς ἀκούοντας, ὥστε οἰηθῆναι ἐν συμποσίῳ εἶναι· εἶτα ἀντιτίθησι συμπόσιον ἕτερον ὡς γενόμενον Αἰσχίνῃ ψευδόμενος μηδέποτε γενόμενον, ἵνα ἐψυχαγωγημένοι διὰ τῶν προτέρων λόγων οἱ δικασταὶ πιστεύωσι καὶ τοῖς ἐπιφερομένοις ὡς ὁμοίως ἀληθέσι. τοῦτο κακόηθες ἀντίθετον.