Ancient Greek · ~7 min
Περὶ ὑπερβατοῦ.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ ὑπερβατοῦ.
Not analysed yet
Οἱ νῦν οἴονται τὸ ὑπερβατὸν πλοκὴν εἶναι ἑρμηνείας14 καὶ περίοδον κεκαλλωπισμένην· οὐκ ἴσασι δέ, τί ἐστιν ὑπερβατόν. τὸ γὰρ ὑπερβατὸν οὐ μόνον οὐκ ἔστι καλὸν σχῆμα, ἀλλὰ καὶ ἀναγκαῖον· γίνεται δέ, ὅταν τὴν αἰτίαν τοῦ λεγομένου, ἣν μέλλει ποθεῖν ὁ ἀκροατής, μέσην ὁ λέγων τάξῃ· καὶ οὕτως γίνεται σαφηνείας ὄργανον τὸ ὑπερβατόν, οἷον ὦ φίλοι, οὐ γάρ τ᾿ ἴδμεν, ὅπῃ ζόφος οὐδ᾿ ὅπῃ ἠώς, οὐδ᾿ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ᾿ ὑπὸ γαῖαν, οὐδ᾿ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον». εἰ γὰρ εἰρήκει ‘ὦ φίλοι, φραζώμεθα θᾶσσον’, ἐτάραξεν ἂν αὐτούς καὶ ἐποίησεν ἐρωτῆσαι, τί γέγονε· διὰ τοῦτο διὰ μέσου τὰς αἰτίας τοῦ φράζεσθαι θᾶσσον ἔταξι. καὶ Θουκυδίδης «τοὶ δὲ Ἀθηναῖοι ἐφοβήθησαν, μὴ πολέμιαι ἦσαν αἱ νῆες» —διὰ τί; ὁ Θουκυδίδης ἔταξε διὰ μέσου τὴν αἰτίαν τοῦ φόβου «τἦν γὰρ νύξ»· διὰ τοῦτο καὶ ὁ τὴν αἰτίαν σημαίνων σύνδεσμος προηγεῖται, ὁ γάρ. Μακρὸν δὲ γίνεται ὑπερβατόν, ὁπόταν ἡ αἰτία ἑτέρας αἰτίας χρείαν ἔχῃ, οἷον «ἐπειδὴ δὲ οἵ τε Ἀθηναίων τύραννοι καὶ οἱ ἐκ τῆς ἄλλης Ἑλλάδος ἐπὶ πολὺ καὶ πρὶν τυραννευθείσης οἱ πλεῖστοι καὶ τελευταῖοι πλὴν τῶν ἐν Σικελία ὑπὸ Λακεδαιμονίων κατελύθησαν» —πῶς, ὦ Θουκυδίδη; «ἡ γὰρ Λακεδαίμων μετὰ τὴν κτίσιν τῶν νῦν ἐνοικούντων ἐν αὐτῇ Δωριέων ἐπὶ πλεῖστον χρόνον στασιάσασα ὅμως ἐκ παλαιτάτου καὶ εὐνομήθη καὶ ἀεὶ ἀτυράννευτος ἦν»· αἰτίαν τῆς αἰτίας ἀποδίδωσιν «ἔτη γάρ ἐστι μάλιστα τετρακόσια, ἃ Λακεδαιμόνιοι τῇ αὐτῇ πολιτείᾳ χρῶνται, καὶ δι᾿ αὐτὸ δυνάμενοι καὶ τὰ ἐν ταῖς ἄλλαις πόλεσι καθιστᾶν»· εἶτα ἐπανέρχεται ἐπὶ τὴν ἀρχὴν «μετὰ δὲ τὴν τῶν τυράννων κατάλυσιν». Τὸ δὲ παῤ Ὁμήρῳ «αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν φεύγοντες» οὐκ ἔστιν, ὡς δοκεῖ τισίν, ὑπερβατόν· οὐδεμία γὰρ σἰτία μέση κεῖται, ἀλλ᾿ ὡς ἐγένετο ἡ δυσκολία τῆς ὁδοῦ διὰ σκολόπων καὶ τάφρου, εἶτα ὁμαλὴ ἔξοδος ἐν τῇ φυγῇ, οὕτω καὶ ἡ ἑρμηνεία ἔχει, τὸ πάθος τῶν φευγόντων τῆς λέξεως μιμουμένης.