Ancient Greek · ~3 min
Περὶ ἀποφράσεως.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ ἀποφράσεως.
Not analysed yet
Ἡ ἀπόφασις τῇ καταφάσει ποτὲ μὲν τὸ ἴσον δύναται, 37 ποτὲ δὲ τὸ ἔλαττον, ποτὲ δὲ τὸ πλέον. ἴσον μέν, ὅταν δι᾿ ἐγγύτητα τῆς λέξεως φεύγων τις τὴν ταυτότητα μεταβάλλῃ τὴν λέξιν· οἷον «θύων τε γὰρ φανερὸς ἦν καὶ μαντικῇ χρώμενος οὐκ ἀφανὴς ἦν», ταὐτὸ ἐδήλωσεν. ἔλαττον δὲ καὶ πλέον ἤτοι ὑποστελλομένων ἡμῶν δι᾿ ἀσφάλειαν ἢ ἐπιτεινόντων δι᾿ αὔξησιν κατὰ ἤθους προσθήκην· οἷον «ὦ ξεῖν᾿ ,ἐπεὶ οὔτε κακῷ οὔτ᾿ ἄφρονι φωτὶ ἔοικας»· ἐνταῦθα τὸ ‘οὐ κακῷ καὶ ἄφρονι’ ἔλαττόν ἐστι τοῦ ‘ἀγαθῷ καὶ φρονίμῳ’· οὐ γὰρ δὴ οἷδεν αὐτόν, ἵνα αὐτῷ ταῦτα μαρτυρῇ, ἀλλʼ ἱκανὴν φιλοφροσύνην εἶναι νομίζει κακίαν ἀφελεῖν, οὐχὶ ἀρετὴν προσθεῖναι. ὅταν δὲ λέγῃ «ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ᾿ Ἀχαιῶν», μεῖζον ἡ ἀπόφασις δηλοῖ τῆς καταφάσεως· τὸν γὰρ πάνυ