Ancient Greek · ~5 min
Περὶ ἐργασίας δημηγορίας, διαλόγου, κωμῳδίας, τραγῳδίας, συμποσίων Σωκρατικῶν.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ ἐργασίας δημηγορίας, διαλόγου, κωμῳδίας, τραγῳδίας, συμποσίων Σωκρατικῶν.
Not analysed yet
Δημηγορία, διάλογος, κωμῳδία, τραγῳδία, συμπόσια 36 Σωκρατικὰ διά τινος διπλῆς μεθόδου πάντα πλέκεται. Ἡ μὲν δημηγορία ἐπιτίμησιν ἔχει καὶ παραμυθίαν, τῆς μὲν ἐπιτιμήσεως κολαζούσης καὶ παιδευούσης τὰς γνώμας τῶν ἀκουόντων, τῆς δὲ παραμυθίας τὸ λυπηρὸν ἐκβαλλούσης ἐκ τῆς ἐπιτιμήσεως. παράδειγμα ταύτης τῆς πλοκῆς πάντες οἱ ψιλιππικοὶ ἀναμὶξ συγκείμενοι Κωμῳδίας δὲ πλοκὴ πικρὰ καὶ γελοῖα, τῶν μὲν πικρῶν σωφρονιζόντων, τῶν δὲ γελοίων παραμυθουμένων ὅπερ καὶ ἐξ αὐτῶν τῶν ποιημάτων ἔστι καταμαθεῖν, οὐχ ἥκιστα δὲ ἐν τοῖς Ἀχαρνεῦσιν ὁ Ἀριστοφάνης δηλοῖ λέγων οὕτως «ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν τὸ πικρόν, «ἥσθην δὲ βαιά» λέγων γελοῖον πάθος. Τραγῳδίας πλοκὴ οἶκτος καὶ θαῦμα, ὅπερ ἔστι καταμαθεῖν καὶ ἐκ τῶν τραγῳδιῶν, οὐχ ἥκιστα δὲ καὶ ἀπὸ τῶν Ὁμήρου· τοῦτον γὰρ ἔφη ὁ Πλάτων πατέρα τρογῳδίας εἶναι καὶ χορηγόν· εὑρήσομεν οὖν ἐν τοῖς προοιμίοις αὐτοῦ ἀναμὶξ οἶκτον καὶ θαῦμα. Συμποσίου Σωκρατικοῦ πλοκὴ σπουδαῖα καὶ γελοῖα καὶ πρόσωπα καὶ πράγματα, ὥσπερ καὶ ἐν τῷ Ξενοφῶντος καὶ ἐν τῷ Πλάτωνος Συμποσίῳ. ἀλλὰ καὶ ἐν τῇ Κύρου παιδείᾳ φησὶ Ξενοφῶν «ἀεὶ μὲν οὖν ἐπεμελεῖτο ὁ Κῦρος, ὁπότε συσκηνοῖεν, ὅπως εὐχαριτώτερο τε λόγοι ῥηθήσονται καὶ παρορμῶντες εἰς ἀρετήν». Διαλόγου πλοκὴ ἠθικοὶ λόγοι καὶ ζητητικοί. ὅταν ἀναμίξῃς προσδιαλεγόμενος καὶ ζητῶν, οἱ ἠθικοὶ παρεμβληθέντες λόγοι ἀναπαύουσι τὴν ψυχήν, ὅταν δ᾿ αὖ ἀναπαύσηται, ἐπάγεται ἡ ζήτησις, ὥσπερ ἐν ὀργάνῳ ἡ τάσις καὶ ἄνεσις γίνεται.