Ancient Greek · ~6 min
Περὶ ἐπαυαλήψεως.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ ἐπαυαλήψεως.
Not analysed yet
Ἐπανάληψις γίνεται κατὰ τρόπους τρεῖς, ἐπὶ πράγματος 9 διδασκαλίᾳ, ἐπὶ προσώπου συστάσει ἢ διαβολῇ, ἐπὶ ἤθους βεβαιώσει. Ἐπὶ πράγματος διδασκαλίᾳ, ὡς παρ᾿ Ὁμήρῳ «ἀλλ᾿ ὃ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ᾿ ἐόντας, Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἕσχατοι ἀνδρῶν»· ἐπανέλαβε τὸ ὄνομα, ἵνα δείξῃ, ὅτι δύο γένη Αἰθιόπων. —Ἐπὶ προσώπου συστάσει «Νιρεὺς δ᾿ Αἰσύμηθεν ἄγε τρεῖς νῆας ἐίσας, Νιρεύς, Ἀγλαΐης υἱὸς Χαρόποιό τ᾿ ἄνακτος, Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν»· ἐπανέλαβεν, ἵνα κοσμήσῃ τὸ πρόσωπον. ἐπὶ διαβολῇ δὲ «Ἆρες, Ἄρες βροτολοιγέ»· ἐπανέλαβεν, ἵνα τὸ πρόσωπον διαβάλῃ. —Ἐπὶ ἤθους βεβαιώσει «τοῦ δ᾿ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν. εἰ πυρὶ χεῖρας ἔοικεν»· ἐπανέλαβεν, ἵνα τὸ ἀνδρεῖον βεβαιώσῃ. Παρὰ δὲ τοῖς πεζοῖς ἐπὶ μὲν πράγματος διδασκαλία Ξενορῶν ἐν Ἀπομνημονεύμασιν «ἀδικεῖ Σωκράτης οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσφέρων· ἀδικεῖ δὲ καὶ τοὺς νέους διαφθείρων». καὶ Δημοσθένης ἐν Φιλιππικοῖς «πάντες ὅσοι πώποτε ἐκπεπλεύκασι στρατηγοὶ παρ᾿ ἡμῶν, ἢ ἐγὼ πάσχειν ὁτιοῦν ἕτοιμός εἰμι, παρὰ τούτων τῶν τὰς νήσους οἰκούντων χρήματα λαμβάνουσι. λαμβάνουσι δὲ οἱ μὲν πλείονας ἔχοντες ναῦς πλείονα». —Ἐπὶ δὲ προσώπου συστάσει, ὡς Ξενοφῶν πολλάκις Κῦρον ἐπαναλαμβάνων. ἐπὶ δὲ διαβολῇ, ὡς ὁ Δημοσθένης «ἀλλʼ Ἀνδροτίων ἡμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί», καὶ ἀλλαχοῦ «ὑμεῖς δὲ Χαρίδημον εἰ χρὴ φρουρεῖν βουλεύεσθε; Χαρίδημον; οἴμοι.» —Ἐπὶ ἤθους βεβαιώσει «ἔστιν ὑμῖν, ὦ Ἀθηναῖοι, χρήματα, ἔστιν ὅσα οὐδενὶ τῶν ἄλλων ἀνθρώπων στρατιωτικά», καὶ πάλιν ἐν τῷ Κατὰ Μειδίου «ἀλλ᾿ ἵππον, ἵππον μὲν οὐκ ἐτόλμησεν ὁ κατάρατος οὑτοσὶ πρίασθαι». καὶ Ἡρόδοτος «τφονεὺς μὲν τοῦ ἑωυτοῦ ἀδελφεοῦ, φονεύς δὲ τοῦ καθήραντος ».