Ancient Greek · ~5 min
Περὶ τοῦ κατὰ πεῦσιν σχήματος.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ τοῦ κατὰ πεῦσιν σχήματος.
Not analysed yet
Τὸ κατὰ πεῦσιν σχῆμα ἀναντίρρητόν ἐστι· γίνεται 10 γὰρ ἢ περὶ τῶν φύσει ὁμολογουμένων, οἷον ‘ἆῤ οὐκ ἔστι νῦν ἡμέρα;’ ἢ περὶ τῶν τῷ λόγῳ προαποδεδειγμένων, οἷον ῾εὑρέθης ἐπὶ τῆς οἰκίας διορωρυγμένου τοῦ τοίχου ὑφαιρούμενος τὸ ἱμάτιον· ἀῤ οὐκ εἶ κλέπτης;’ καὶ γὰρ τὰ τῷ λόγῳ προαποδεδειγμένα ἴσα τοῖς φύσει ὁμολογουμένοις τῇ δυνάμει ἐστίν. Ἀναντίρρητον δὲ ὂν τὸ σχῆμα τρεῖς ἔχει μορφάς, ἢ πρὸς τοὺς ἀκούοντας ἢ πρὸς τούς ἀντιλέγοντας ἢ αὐτοῦ πρὸς ἑαυτὸν τοῦ ῥήτορος. Ἡ πρὸς τοὺς ἀκούοντας πεῦσις ἐλεγκτική, οἷον «πότε οὖν, ὦ Ἀθηναῖοι, πότε ἃ δεῖ πράξετε; ἐπειδὰν τι γένηται;» —Ἡ πρὸς τοὺς ἀντιλέγοντας ἀνατρεπτική, οἷον «τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ; —Ἡ αὐτοῦ πρὸς ἑαυτὸν τοῦ ῥήτορος πεῦσις διπλῆ· ἀκοῆς ἐπιστροφὴν ἔχει καὶ πίστωσιν κατὰ πρόληψιν ὑπονοίας καὶ λύσιν. ὅταν γὰρ αὐτὸς ἑαυτοῦ πυνθάνηται ὁ ῥήτωρ, ἅμα καὶ ἐπέστρεψε τοὺς ἀκούοντας καὶ τὴν πίστιν προκατέλαβε· πιστεύει γὰρ ἕκαστος τῶν ἀκουόντων ἐννοῶν, ὅτι οὐκ ἂν ἠρώτησεν ἑαυτὸν ὁ ῥήτωρ, εἰ μὴ ἐπίστευεν ἀποδείξειν, καὶ εἴ τινα ἔχει ὑπόνοιαν ὁ ἀκροατής, θεραπεύεται· ὥσπερ ἐπὶ ταύτης τῆς ἐρωτήσεως «ἔστιν ὑμῖν πόρος, ὃν ἂν μὲν ἤδη ζητῆτε οὐχ εὑρήσετε, ἐὰν δὲ περιμένητε, εὑρήσετε», εἶτ᾿ ἐπιφέρει «τίς οὖν ἔσθ᾿ οὗτος ὁ νῦν μὲν οὐκ ὤν, αὖθις δὲ γενησόμενος; αἰνίγματι γὰρ ὅμοιον τοῦτο· ἐγὼ φράσω.»