Ancient Greek · ~3 min
Περὶ ὅρκον, ποῖον οὐκ ὀμεῖται καὶ ποῖον ὀμεῖται.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ ὅρκον, ποῖον οὐκ ὀμεῖται καὶ ποῖον ὀμεῖται.
Not analysed yet
Πότε ῥήτωρ ὀμόσει καὶ ὅρκῳ χρήσεται; οὐδέποτε ἐπὶ πράγματος ὀμεῖται, οἷον ‘ἐποίησεν οὗτος φόνον ἢ προδοσίαν ἢ τόδε τι’, ἀλλ᾿ ἐπὶ ἤθους βεβαιώσει, ὡς ὁ Δημοσθένης «ὡς μὲν ἐμοὶ δοκεῖ, δι᾿ ἀμφότερα, ὦ Ἀθηναῖοι, νὴ τοὺς θεούς, κἀμὲ νομίζοντες δεινὰ πεπονθέναι» καὶ πάλιν «πολλὰς δὲ δεήσεις καὶ νὴ Δία ἀπειλὰς ὑπομείνας». ἐκ τούτου δηλοῦται, ὅτι ῥήτωρ πραγματικὸν ὅρκον οὐκ ὄμνυσιν ἀλλ᾿ ἠθικόν. Πρῶτος δὲ ὅρκον ἠθικὸν Ὅμηρος ὤμοσεν, εἶτα Πλάτων ἐμιμιήσατο, εἶτα Δημοσθένης ἐκληρονόμησε Πλάτωνος· ἠθικὸν δ᾿ ἕκαστος ὀμόσας καὶ ἰδίᾳ ἕκαστος ἰδέα τοῦ ἤθους ἐχρήσατο, Ὅμηρὸς μὲν τραγικὸν «οὔ, μὰ Ζῆν᾿, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμεῖο», τὰς συμφορὰς τοῦ πατρὸς ὅρκον ἐποιήσατο, Πλάτων δὲ ἠθικὸν μὲν ὁμοίως, ἠθικὸν δ᾿ ἐκ τοῦ ἐναντίου ἤθους «οὔ, μὰ τὸν Ζῆν᾿, Καλλίκλεις, Δημοσθένης δὲ ἠθικὸν πολιτικὸν «οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας καὶ τοὺς ἐν Σαλαμῖνι παραταξαμένους».