Ancient Greek · ~2 min
Περὶ συνηγόρων, τίσι δοτέον.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ συνηγόρων, τίσι δοτέον.
Not analysed yet
21 Πότε ἐν τοῖς προβλήμασι ῥήτωρ μέρεσί τισι συνηγόρους δώσει καὶ κατὰ πόσους τρόπους; τέσσαρας· ἢ διὰ φύσιν, εἰ γυνή τίς ἐστι, συνήγορον δώσομεν· ἢ δι᾿ ἡλικίαν, εἰ παιδίον ἐστὶν ἢ ὑπέργηρως καὶ ἀσθενής· ἢ διὰ τύχην, εἰ δοῦλός ἔστιν ἢ ἄτιμος, ὥσπερ ἐν τῷ Κατὰ Μειδίου Δημοσθένης Στράτωνι συναγορεύει· ἢ εἰ δι᾿ εὐπρέπειαν κατέγνωσταί τις, καὶ τούτῳ δώσομεν συνήγορον.