Ancient Greek · ~4 min
Section 32
Hermogenes, Περὶ μεθόδου δεινότητος 32
Not analysed yet
Περὶ ὁμολογουημένων ἀδικημάτων. 32 Τῶν ὁμολογουμένων ἀδικημάτων μία παραμυθία ἡ ὁμολογία καὶ ἀπολογία. Ὅμηρος τοῦτο ἐδίδαξεν, Ἡρόδοτος ἐμιμήσατο. οἷον Ἑλένη τῶν κακῶν αἰτία πᾶσι, καὶ Ἕλλησι καὶ βαρβάροις, καὶ μάλιστα τοῖς Τρωσὶν ὁμολογουμένως κακὸν ἐλήλυθε· τί οὖν ποιεῖ; ὅταν διαλέγηται τῶν Τρώων τινί, ἑαυτῆς κατηγορεῖ καὶ ὁμολογεῖ τὴν ἀδικίαν, καὶ τοῦτο οὐ μόνον αὐτῇ ἀπολογίας, ἀλλὰ καὶ ἐλέου καὶ παραμυθίας αἴτιον γίνεται· αὐτῷ γοῦν τῷ Πριάμῳ διαλεγομένη ἑαυτῆς κατηγορεῖ, ὥστε τὸν γέροντα, εἰ καὶ ἐμίσει αὐτήν, μεταβαλέσθαι καὶ ἐλεεῖν· ἀποκρίνεται οὖν «οὔ τί μοι αἰτίη ἐσσί· θεοί νύ μοι αἴτιοί εἴσι». —Καὶ παῤ Ἡροδότῳ ὁ Ἄδραστός ἐστιν, ὑπὸ Κροίσου εὐεργετηθεὶς καὶ καθαρθεὶς καὶ φύλαξ τοῦ παιδὸς αὐτοῦ ἐκπεμφθείς· εἶτα ἀποκτείνας τὸν Ἄτυν ἐν τῇ θήρᾳ καὶ τοῦ Κροίσου βοῶντος καὶ ἀγανακτοῦντος ἑαυτὸν προτείνων, κατηγορεῖ ἑαυτοῦ καὶ ἀποκτεῖναι κελεύει· ὥστε τὸν Κροῖσον παρ᾿ Ἡροδότῳ τὴν τοῦ Πριάμου φωνὴν ἀφιέναι πρὸς τὸν νεανίσκον «εἶς δέ μοι οὐ σὺ τούτων αἴτιος, ἀλλὰ θεῶν κού τις, ὅς μοι προεσήμαινεν ἐν τῷ ὀνείρῳ».