Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΣΤΑΣΕΝΩ.
Hermogenes, Περὶ τῶν στάσεων 10
Not analysed yet
Παρὰ δὲ ταῦτα εἴδη ἔστιν ἕτερα ἐγγὺς μὲν ἀσυστάτων, μελετώμενα δὲ ὅμως. πρῶτον μὲν τὸ ἑτερορρεπές, οἷον καταφυγόντος Κριτίου ἐπὶ τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας βουλεύονται Ἀθηναῖοι, εἰ δεῖ ἀποσπᾶν· τουτὶ γὰρ μονομερὲς μὲν οὐκ ἔστιν, ἑτερορρεπὲς δὲ. —Εἶτα τὸ κακόπλαστον, οἷον μετὰ τὴν Νικίου ἐπιστολὴν γράφει τις Κλέωνα στρατηγεῖν, ἢ πάλιν πρόκειται Μαρδονίῳ ἀναχωρήσαντι μετὰ τὴν ἧτταν ἀπολογία παρὰ βασιλεῖ· ἡ πλάσις γὰρ ἡμάρτηται παραπλησίως ἐπʼ ἀμφοῖν, ἐπεὶ τεθνᾶσί γε δήπου Κλέων τε πρὸ τῶν Σκελικῶν καὶ Μαρδόνιος πρὶν ἢ ἐπανελθεῖν τοὺς διαφυγόντας τῶν Περσῶν. —Ἔστιν ἐν τούτοις καὶ τὸ προειλημμένον τῇ κρίσει, οἷον μηδενὸς ἐπιγνῶναι δυναμένου τὴν ἄνοδον τὴν ἐπὶ τὸν τύραννον ἔδειξε γυνή τις τῷ ἑαυτῆς ἀνδρί, ὃ δὲ ἀνελθὼν ἀπέκτεινεν ἐκεῖνον καὶ μοιχείας αὐτῇ ἐγκαλεῖ· θαυμάζω γάρ, εἴ τις αὐτῆς καταψηφιεῖται, κἂν ἐλεγχθῇ μεμοιχευμένη, διʼ ἣν ὁ τύραννος ἀνῄρηται. —Τάχα δʼ ἂν καὶ παρὰ ταῦτα εἴδη τινὰ εὑρεθείη ἄλλα τοιαῦτα.