Ancient Greek · ~6 min
Περὶ ῥητοῦ καὶ διανοίς.
Hermogenes, Περὶ τῶν στάσεων 2-8
Not analysed yet
Ἡ προβολή ἐστιν αὐτὸ τὸ παρὰ τὸ ἔγγραφον νός, οἷον ξένος εἰ ἀνέλθοι ἐπὶ τὸ τεῖχος, τεθνάτω, πολέμου ὄντος ἀνελθών τις ἠρίστευσε καὶ ὑπάγεται τῷ νόμῳ. ἡ τοίνυν προβολὴ ὅτι ῾ἀνῆλθες᾿ . —Ἡ διάνοια διττῶς ἐξετάζεται, τοῦ τε νομοθέτου καὶ τοῦ ὑπευθύνου· τοῦ μὲν νομοθέτου, οἷον πότε λέγει τοὺς τας καὶ ἐπὶ τίνι καὶ διὰ τί, τοῦ δὲ ὑποκειμένου προσώπου τῷ ῥητῷ, οἷον οὐκ εἰ ἀνῆλθον δεῖ σκοπεῖν μόνον, ἀλλὰ καὶ μεθʼ ἧς γνώμης, καὶ ὅτι μὴ δυσνοίᾳʼ. —Τὸ μὴ προσδιωρίσθαι τοῦ χρωμένου τῷ ῥητῷ ἔστιν, οἷον οὐδὲν τούτων προσδιώρισεν ὁ νομιοθέτης, ἀλλʼ ἀπλῶς εἶπε τὸν ξένον μὴ ἀνιέναι᾿ . —δὲ ἑτέρα διάνοια κοινή ἐστιν ἀμφοῖν· ὁ μὲν γὰρ φεύγων πρὸς τὸ μὴ προσδιωρίσθαι ἀπαντῶν χρήσεται αὐτῇ, οἷον ῾οὐδὲν ιᾤετο δεῖν περὶ τῶν φανερῶν ὁ νομοθέτης διορίζειν κελεύων τούς ἐπʼ εὐνοίᾳ μὴ κεκωλῦσθαιʼ· ὁ δʼ αὖ διώκων ἐρεῖ ὅτι ῾ἄτοπον ἡγήσατο ἀπλῶς ἐπιτρέπειν ἀνιέναι τοὺς ξένουςʼ. —συλλογισμός, εἰ μηδὲν διαφέρει τὸ προσδιωρίσθαι ἢ μὴ τῷ ἐγγράφῳ, ὃ καὶ ἄνευ ἐκείνου ἐστὶ φανερόν. —ὅρος, ὅτι πλεῖστον διαφέρει καὶ πάντῃ. —Ἡ ἀντίθεσις αὐτό ἐστι τὸ γεγονός, καὶ πλέον ἕξει γε ὁ φεύγων ἐν αὐτῇ. —Ἡ μετάληψις, οἷον ὅτι ῾ἑτέρως ἔδει᾿ ,καὶ ὡς ἐξῆν σοι ποιεῖν εὖ τὴν πόλιν, εἰ προῃροῦ, καὶ μὴ παρανομεῖνʼ. —Τὸ πρός τι, ὡς ἐν ταῖς ἀντιθετικαῖς, πότερον μεῖζον τὸ εὐεργέτημα ἢ τὸ ἀδίκημα· καὶ ἔστι κοινὸν ἀμφοῖν. Καὶ τὰ λοιπὰ δὲ κεφάλαια οὕτως ὡς ἐν ταῖς ἀντιθετικαῖς ἐξετασθήσεται.