Ancient Greek
Περὶ ὅρου.
Hermogenes, Περὶ τῶν στάσεων 3-3
Not analysed yet
Ὥσπερ δὲ στοχασμῶν εἴδη πλείονα ἔστιν, οὕτω καὶ ὅρων· καὶ ἁπλοῦς μὲν ὁ προειρημένος, οἱ δὲ ἄλλοι διπλοῖ εἰσι. καὶ πρῶτός γέ ἐστιν ὁ ἀντονομάζων καλούμενος, ὅταν ὄνομα ὀνόματι ὁ φεύγων ἀντιτιθῇ, οἷον ὑφείλετό τις ἐξ ἱεροῦ Ἰδιωτικὰ χρήματα καὶ ὡς ἱερόσυλος ὑπάγεται, ὃ δὲ κλέπτης εἶναι φάσκων διπλᾶ καταθέσθαι ἀξιοῖ. τοῦτον ὁμοίως τοῖς διπλοῖς στοχασμοῖς διαιρήσεις διπλοῖς τοῖς κεφαλαίοις, ἀντιτιθεὶς κεφάλαιον κεφαλαίῳ, οἷον ῾ἱερόσυλος εἶ ἀλλʼ οὐ κλέπτης κλέπτης μὲν γὰρ τόδε τί ἐστιν, ἱερόσυλος δὲ τόδε᾿, καὶ τοῖς ἑξῆς ὁμοίως. καὶ ὁ φεύγων δὲ παραπλησίως ἀναστρέψας χρήσεται τῷ λόγῳ.