Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΣΤΑΣΕΝΩ.
Hermogenes, Περὶ τῶν στάσεων 5
Not analysed yet
Τὰ μὲν οὖν ἐξεταζόμενα τῶν προσώπων ταῦτα, καὶ δεῖ τοῖς ἐγκωμιαστικοῖς ἀκολουθοῦντα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσιν. οὐκ ἐπιδέχεται δὲ ἐξέτασιν τά τε ἀόριστα, οἷον τὸ τίς, καὶ τὰ ἱσάζοντα διόλου, οἷον δύο νέοι πλούσιοι εἰ ἐπί τῳ κρίνοιεν ἀλλήλους· ὃ γὰρ ἄν τις εἴπῃ κατὰ τοῦ ἑτέρου, ἔσται τοῦτο καὶ κατὰ τοῦ ἑτέρου.