Ancient Greek · ~2 min
Περὶ ὅρου.
Hermogenes, Περὶ τῶν στάσεων 5-4
Not analysed yet
Τρίτος ὁ κατὰ πρόσωπα διπλοῦς· γίνεται δέ, ὅταν πρᾶγμα ὁλόκληρον ὑπὸ δυοῖν ᾖ πεπραγμένον ἢ ἄλλως δύο προσώποις τισὶν ὑπάρχον, οἷον τὰς ἱερωσύνας τοὺς παῖδας διαδέχεσθαι· παῖδα ἔχων ἠρίστευσέ τις καὶ ᾔτησεν ἱερωσύνην τινὸς ἀφελέσθαι καὶ αὐτοῦ παῖδα ἔχοντος, ἔλαβε, τεθνᾶσιν ἀμφότεροι, καὶ ἀμφισβητοῦσιν οἱ παῖδες τῆς ἱερωσύνης· τίς γὰρ ὁ τοῦ ἱερέως παῖς οὔσης τῆς ζητήσεως, τῷ μὲν ἡ ἀρχὴ ὑπάρχει, τὸ γεγενῆσθαι ἐν τῇ ἱερωσύνῃ, τῷ δὲ τὸ τέλος, τὸ ἱερέα ἔτι ὄντα τεθνάναι αὐτῷ τὸν πατέρα. καὶ τοῦτον δὲ παραπλησίως διαιρήσεις, κεφάλαιον ἀντιτιθεὶς κεφαλαίῳ.