Ancient Greek
Περὶ ὅρου.
Hermogenes, Περὶ τῶν στάσεων 7-4
Not analysed yet
Πέμπτον εἶδος οἱ δύο καλούμενοι ὅροι, ὃ γίνεται, ὅταν περὶ δύο ὀνομάτων ἐφʼ ἑνὸς προσώπου ἡ ζήτησις οὐκ ἀντονομαζομένων, οἷον τὸν καθαρὸν καὶ ἐκ καθαροῦ ἱερᾶσθαι· πατέρα τις μοιχὸν ἀποκτείνας εἴργεται ἱερᾶσθαι· ἡ γὰρ ζήτησις, τίς ὁ καθαρὸς καὶ τί ὁ ἔκ καθαροῦ, καὶ χρὴ τὸ ἕτερον πρότερον τελείως ἐπελθόντα τοῖς κεφαλαίοις αὖθις ἐπὶ τὸ ἕτερον ἐξ ἀρχῆς ἰέναι. Ταῦτα περὶ ὅρου.