Ancient Greek · ~1 min
ΜΕΘΟΔΟΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.
Hermogenes, Περὶ τῶν στάσεων 8-2
Not analysed yet
Τὰς μὲν οὖν λεγομένας στάσεις οὕτως ἐπιγνωσόμεθα· περὶ δὲ τῆς καθʼ ἑκάστην διαιρέσεως ἤδη λεκτέον. εἰδέναι μέντοι χρή, ὡς τὰ περὶ στοχασμοῦ λεχθησόμενα, περὶ οὗ δὴ πρῶτον ἀναγκαίως λελέξεται, σχεδὸν εἰς ἅπόντα συντελεῖ τὰ μετὰ ταῦτα· διὸ καὶ εἰκότως μακρότερα ἔσται.